ΠΑΪΣΙΟΥ ΜΕΓΑΛΟΥ ΟΣΙΟΥ ΒΙΟΣ
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου και Θεοφόρου Πατρὸς ἡμῶν Παϊσίου τοῦ μεγάλου.
Στίχοι:
Ἐγώ σε Παΐσιε Ἄγγελον λέγω,
Φύσει μὲν οὐχί, ἀλλὰ τῷ ξένῳ βίῳ.
Ἀμφ’ ἐνάτῃ δεκάτῃ θάνε Παΐσιος.
Ὁ
τρισόλβιος οὗτος Ὅσιος καὶ Θεοφόρος Πατὴρ ἡμῶν Παΐσιος ὁ Μέγας, εἶχε τὸ
γένος ἐξ Αἰγύπτου, ἐξ ἧς καὶ ὁ θεόπτης Μωσῆς ὑπῆρχεν. Ἐγεννήθη ὑπὸ
γονέων θεοσεβῶν, δεδεδαγμένων τὴν εἰς Χριστὸν πίστιν· καὶ εὐποροῦντες
πολλοῦ τοῦ πλούτου καὶ ταῖς ἄλλαις περιφανείαις κοσμούμενοι,
ἐξεπαίδευσαν τοὺς παῖδας αὐτῶν ἐπιμελῶς ἐν ἐπιδόσει θείων καὶ
ἀνθρωπίνων.
Μετὰ δὲ τὴν τελευτὴν τοῦ πατρός, ὀ μακάριος οὗτος νήπιος ἔτι καὶ τῶν ὁμαιμόνων μικρότερος ἐγκαταλέλειπται τῇ αὐτοῦ μητρί· ᾗς λίαν πικραινούσης, οὐράνιος Ἄγγελος ἐπέφανε προκαταγγέλλων τὸ εὐδόκιμον, λέγων αὐτῇ: Τὸν παῖδά σου Παΐσιον ὁ Κύριος ἀφώρισεν, ἵνα δοξάσῃ καὶ ὐμνῇ τὸ Ἅγιον Αὐτοῦ ὄνομα, τὸ ὐμνούμενον εἰς αἰῶνας αἰώνων. Αὐτὸς τῷ Θεῷ ἀρεστός ἐστι. Καὶ καθήψατο αὐτὸν τῆς χειρός. Ἡ δ’ ἀποκριθεῖσα τῷ οὐρανίῳ Ἀγγέλῳ: Πάντες τοῦ Θεοῦ πεφύκασι καὶ οὗτος ὅν ὁ Θεὸς ἀρέσκει· ἀφύπνωσε, καὶ ἐπὶ τῇ ὀπτασίᾳ ἐθαύμαζεν. Ὡς δ’ οὖν ὁ τῶν Ὁσίων μέγιστος καὶ μακάριος ἔφηβος ἐγένετο, ὑπὸ τοῦ Ὁσίου Παμβὼ κείρεται μοναχός, παρ’ οὗ παραινούμενος, μὴ εἰς ἀνθρώπου πρόσωπον ὁρᾶν, τρίτον ἔτος παρῆλθεν, ἐξ ὅτου οὐκ ἀνέβλεψεν ἔτι, ἀλλὰ τὰ κάτω κεκυφὼς διήρχετο.
Ἐπιδοὺς δ’ αὐτὸν τῇ ἀσκητικῇ ἀγωγῇ, τοσοῦτον ὑπερέβαλεπάντας, ὡς συλλαλῶν τῷ Χριστῷ, καὶ τοὺς πόδας αὐτοῦ ἐκπλύνων, τὸ ἀπόνιπτρον ἐξέπιεν. ᾟ κομιδῇ τῆς ὑπὲρ ἄνθρωπον πολιτείας γέγονεν ἀρχηγός, καὶ εἰς τὸ ἀκρότατον ἥλασεν ὄρον, καθάπερ τὰς διαβεβοημένας περὶ αὐτοῦ πολλὰς ἀρετάς, καὶ τὸν ὑπερθαύμαστον αὐτοῦ βίον τὸν ἰσαγγελικόν, καὶ ἁπάσας τὰς κατ’ αὐτὸν τὸν ἐρημοπολίτην σκληραγωγίας, καὶ τὰ θαύματα ἐντυγχάνει ὁ φιλαγνώστης τῷ νέῳ Ἐκλογίῳ.
Οὗπερ ἕνεκα συντέμνοντες τὴν διήγησιν φαμὲν τοῖς φιλεόρτοις ἐν τοσούτοις, ὅτι ἐν θνητῷ σώματι ὤν ὁ μακάριος, τοῦ σώματος ἐπανίστατο. Εἰς βαθύτατον δὲ γῆρας ἐγγίσας πρὸς Κύριον ἐξεδήμησεν ἐν τοῖς οὐρανοῖς, ὅπου μετὰ Ἀγγέλων τὸν τρισάγιον ὕμνον μελῳδεῖ τῷ Παντοκράτορι.
Οὗπερ τὴν μνείαν ἐν πίστει ζηλοῦντες, τύχοιμεν ταῖς αὐτοῦ πρεσβείαις τῶν αἰωνίων ἀγαθῶν, καὶ τῆς αἰωνίου μακαριότητος. Ἀμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου