Τρίτη 14 Ιουνίου 2016

ΑΠΟΣΤΟΛΙΚΟΙ ΚΑΝΟΝΕΣ



ΑΠΟΣΤΟΛΙΚΟΙ ΚΑΝΟΝΕΣ

Κανὼν Θ'
Πάντας τοὺς εἰσιόντας πιστούς, καὶ τῶν Γραφῶν ἀκούοντας, μὴ παραμένοντας δὲ τῇ προσευχῇ, καὶ τῇ ἁγίᾳ Μεταλήψει, ὡς ἀταξίαν ἐμποιοῦντας τῇ Ἐκκλησίᾳ ἀφορίζεσθαι χρή.

ΕΡΜΗΝΕΙΑ ΖΩΝΑΡΑ. Πάντας ὁ παρὼν κανὼν ἀπαιτεῖ, τῆς ἁγίας ἐπιτελουμένης θυσίας, μέχρι τέλους προστκαρτερεῖν τῇ προσευχῇ, καὶ τῇ ἀγίᾳ μεταλήψει· καὶ οἱ λαϊκοὶ γὰρ συνεχῶς μεταλαμβάνειν τότε ἀπῃτοῦντο· κανὼν γάρ ἐστι τῆς ἐν Σαρδικῇ συνόδου, καὶ τῆς ἐν τῷ Τρούλλῳ ἕτερος, καὶ ἄλλος τῆς ἐν Ἀντιοχείᾳ, ὡς, εἴ τις ἐπὶ τρεῖς κυριακὰς παρὼν μὴ μεταλάβοι, ἀφοριζέσθω. Διὸ καὶ ὁ παρὼν κανὼν τοὺς μὴ παραμένοντας, ὡς τὴν τάξιν συγχέοντας, ἀφορίζει· καὶ ὀ δεύτερος κανὼν τῆς ἐν Ἀντιοχείᾳ συνόδου περὶ τούτου φησίν.

ΕΡΜΗΝΕΙΑ ΒΑΛΣΑΜΩΝΟΣ. Ὁ τοῦ παρόντος κανόνος διορισμὸς δριμύτατός ἑστιν· ἀφθρίζει γὰρ τοὺς ἐκκλησιάζοντας καὶ μὴ παραμένοντας μέχρι τέλους, μηδὲ μεταλαμβάνοντας. Καὶ ἄλλοι δὲ κανονες παρομοίως διορίζονται, πάντας ἑτοίμους εἶναι καὶ ἀξίους τῆς μεταλήψεως, καὶ τοὺς ἐπὶ τρισὶ κυριακαῖς μὴ μεταλαμβάνοντας ἀφορίζουσιν.

ΕΡΜΗΝΕΙΑ ΑΡΙΣΤΗΝΟΥ. Ἀφορίστις τὸν τῇ εὐχῇ καὶ τῇ μεταλήψει μὴ παραμένοντα. Τὸν μὴ μέχρι τέλους προσκαρτεροῦντα τῇ ἐκκλησίᾳ, ἀλλ᾽ ἔτι τῆς ἁγίας λειτουργίας τελουμένης τῆς ἐκκλησίας ἐξερχόμενον, ὡς ἀταξίαν ἐμποιοῦντα τῇ ἐκκλησίᾳ ἀφορίζεσθαι χρή.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου