Δημοφιλείς αναρτήσεις

Τρίτη, 21 Ιουνίου 2016

ΟΜΟΛΟΓΙΑ ΑΓΙΟΥ ΦΩΤΙΟΥ,, ΟΙΚΟΥΜΕΝΙΚΑΙ ΣΥΝΟΔΟΙ



ΟΜΟΛΟΓΙΑ ΑΓΙΟΥ ΦΩΤΙΟΥ

ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΟΙΚΟΥΜΕΝΙΚΩΝ ΣΥΝΟΔΩΝ

Παραθέτομεν ἕν ἀπόσπασμα ἀπό τήν Ὀμολογίαν τοῦ Ἁγίου Φωτίου. Εἶναι ἀπό τόν Ἐνθρονιστήριον λόγον του, τόν ὁποῖον ἀπέστειλε, ὡς ἐσυνηθίζετο τότε, ἐπί τῆ ἀναδείξει του εἰς Πατριάρχην Κων/λεως, πρός τόν Πάπαν Νικόλαον τῆς Ρώμης.
Ὑπογραμμίζομεν τούς χαρακτηρισμούς τῶν αἱρετικῶν ἐπ’ αὐτῆς καί μόνης τῆς παραγράφου: «φρενοβλαβή Μακεδόνιον ... Ἀρείω παραπλησίαν τήν μανίαν ἐκμεμηνότα», «οὐκ ἠσχύνετο», «δυσσεβοῦς Νεστορίου καί τῆς αὐτῶ καινοποιηθείσης θεοστυγοῦς δεισιδαιμονίας», «ὁ τρισάθλιος», «ὁ δυστυχής Εὐτυχής καί  Διόσκορος ὁ ἀλάστωρ», «ἡ φαντασιώδης αὐτῶν φρενοβλάβεια, καί πᾶσα αὐτῶν ἡ συμμορία», «μιαρά δόγματα καί κυήματα τοῦ δυσσεβοῦς Νεστορίου τοῦ τῆς βασιλίδος ἀθέως ιεραρχήσαντος καί Μοψουεστίας ἀθεώτερον ἐκνοσήσαντος»» «εἰς ἔσχατον βυθόν ἀθεότητος ἐμπεπτωκότας», «ἀπό κοιλίας ἐρευγόμενοι ἀθυροστόμως ἐμυθολόγησαν», «τερατολόγους καί παράφρονας», «τήν αὐτῶν δυσσέβειαν ἀκρατῶς ἐναπομαξαμένους μετά τῆς ἀλλοφύλου καί ἀλλοκότου αὐτῶν πλασματολογίας». «οἱ δείλαιοι», «βδελυκτήν καί μανιχαϊκήν αὐτῶν αἵρεσιν» κλπ.
Οἱ ἅγιοι Πατέρες, λοιπόν, ὀνομάζουν τούς αἱρετικούς «δυσσεβεῖς, τρισάθλιους, φρενοβλαβεῖς, παράφρονας κλπ.». Ἀς παύσουν ἑπομένως ὅσοι κατηγοροῦν τήν «Ορθόδοξο Πνοή», διότι χρησιμοποιεῖ εἰς τήν ἀντιμετώπισιν τῶν συγχρόνων αἱρετικῶν πολύ ἐλαφρύτερους χαρακτηρισμούς.  

«..... Οὕτω φρονῶν καί διομολογῶν ἀπαρατρέπτως τήν ἐν τῇ Καθολικῇ καί ᾿Αποστολικῇ ᾿Εκκλησίᾳ ἐφιδρυμένην τε καί κηρυσσομένην πίστιν τάς ἁγίας καί οἰκουμενικάς ἑπτά συνόδους ἀποδέχομαι: Τήν μέν πρώτην, ἅτε δή ῎Αρειον καί τούς ὁμοφρονοῦντας αὐτῷ ἅμᾳ τῇ βδελυκτῇ αὐτῶν κτισματολατρείᾳ διαρρήξασάν τε καί καθελοῦσαν·  τήν δέ δευτέραν, ὡς τόν φρενοβλαβῆ Μακεδόνιον τῆς ἐκκλησιαστικῆς χοροστασίας ἐξοστρακίσασάν τε καί ἐκτεμοῦσαν ᾿Αρείῳ παραπλησίαν τήν μανίαν ἐκμεμηνότα· ἐν κτίσμασι γάρ καί οὗτος τό πανάγιον καί παντουργόν τιθείς πνεῦμα κτισματολατρεῖν οὐκ ἠσχύνετο· ἀλλά γε δή καί τήν τρίτην καθαιρέτιν οὖσαν τοῦ δυσσεβοῦς Νεστορίου καί τῆς αὐτῷ καινοποιηθείσης θεοστυγοῦς δεισιδαιμονίας· οὗτος γάρ τόν ἀδιαιρέτως καί καθ᾿ ὑπόστασιν ἑνωθέντα τῷ θεῷ λόγῳ ὁλικόν ἄνθρωπον τολμηρῶς καί ἀφρόνως τῆς θεϊκῆς τοῦ λόγου διασπῶν ὑποστάσεως ἰδιοϋπόστατον αὐτόν ἐστρατολόγει τε καί ἐφαντάζετο·  δι᾿ ὅ καί ψιλόν ἄνθρωπον τόν σαρκί ἐπιφανέντα Υἱόν καί Λόγον τοῦ Θεοῦ ὀνειρώξας ἀκολούθως ὁ τρισάθλιος καλεῖν τήν Παναγίαν Θεοτόκον κυρίως ἀπηρνήσατο· τήν δέ τετάρτην, ὡς τόν δυστυχῆ Εὐτυχῆ καί Διόσκορον τόν ἀλάστορα καταρράξασαν καί ἀναθεματίσασαν μετά τῆς φαντασιώδους αὐτῶν φρενοβλαβείας καί πάσης αὐτῶν τῆς συμμορίας·  τήν γάρ τοῦ Κυρίου σάρκα μή εἶναι ἡμῖν ὁμοούσιον  ἐληρώδουν, ἀλλ᾿ ἐκ δύο μέν φύσεων τήν ἕνωσιν γενέσθαι, εἰς μίαν δέ μετά τήν ἕνωσιν συναναλωθῆναι μηδετέρας ἀποσώζουσαν τά ἰδιώματα μήτε τῆς θεϊκῆς μήτε μήν τῆς ἀνθρωπίνης· καί τήν πέμπτην δέ, ὡς ἐκτεμοῦσαν τε καί ἀποτεφρώσασαν τέλεον τά ἐπ᾿ ὀλέθρῳ τῶν γεγεννηκότων ἀναριπιζόμενα μιαρά δόγματά τε καί κυήματα τοῦ δυσσεβοῦς Νεστορίου τοῦ τῆς βασιλίδος ἀθέως ἱεραρχήσαντος καί Θεοδώρου τοῦ Μοψουεστίας ἀθεώτερον ἐπισκοπήσαντος, αὐτούς τε καί πάντας τούς τήν αὐτήν αὐτοῖς ματαιοφροσύνην ἐκνοσήσαντας· οὐ μήν, ἀλλά γε δή καί ὡς διασπάσασάν τε καί ἐκθερίσασαν ᾿Ωριγένην, Δίδυμον, Εὐάγριον ἑλληνόφρονι λογισμῷ καί ἀσυνέτῳ γνώμη εἰς ἔσχατον βυθόν ἀθεότητος ἐμπεπτωκότας· βαθμούς γάρ καί ὑποβάσεις θεότητος ἀναπλάσαντες καί ψυχῶν προϋπάρξεις καί τῆς πρός τό θεῖον αὐτῶν νεύσεως ἀπορροίας τε καί ἀποπτώσεις ἐν ἑαυτοῖς ὑποστήσαντες, εἰς διάφορά τε καί πολυειδῆ σώματα μεταγγίζοντες ταύτας καί μεταβάλλοντες καί τέλος κολάσεων καί δαιμόνων ἀποκατάστασιν, τό δή λεγόμενον, ἀπό κοιλίας ἐρευγόμενοι ἀθυροστόμως ἐμυθολόγησαν καί ἐρραψώδησαν· ἀλλά καί τήν ἕκτην ὡς ἀπορρίψασάν τε καί κατασπάσασαν τούς ἀμφί ᾿Ονώριον καί Σέργιον καί Μακάριον τούς τερατολόγουςκαί παράφρονας, ἅμα δ᾿ αὐτοῖς καί τούς τήν αὐτῶν δυσσέβειαν ἀκρατῶς ἐναπομαξαμένους μετά τῆς ἐκφύλου καί ἀλλοκότου αὐτῶν πλασματολογίας· ἕν γάρ θέλημα καί μίαν ἐνέργειαν τῷ ἐκ δύο ἀπαρατρέπτων φύσεων πεφυκότι Χριστῷ τῷ Θεῷ ἡμῶν κακῶς οἱ δείλαιοι ἐπεγράφοντο· ἔτι δέ καί τήν ἐν Νικαίᾳ τό δεύτερον ἱεράν καί μεγάλην Σύνοδον τούς εἰκονομάχους καί διά τοῦτο χριστομάχους καί ἁγιοκατηγόρους ἀποσκυβαλίσασάν τε καί καταβαλοῦσαν, σύν αὐτοῖς δέ καί τήν βδελυκτήν καί μανιχαϊκήν αὐτῶν αἵρεσιν· τό γάρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ὁμοούσιον ἡμῖν ἅγιον σῶμα γράφειν εἰκονικῶς ἐμυσάττοντο, τό ἄγραπτον καί ἀπερίγραπτον αὐτοῦ καταβακχεύοντες καί διά τοῦτο μή εἶναι ἡμῖν ὁμοούσιον μανικῶς συμπεραίνοντες. Ταύτας οὖν τάς ἁγίας καί Οἰκουμενικάς ἑπτά Συνόδους ἀποδέχομαι ἀναθεματίζων μέν οὕς ἀνεθεμάτισαν, κατασπαζόμενος δέ καί μεγαλύνων οὕς ἐπευφήμησαν...».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου