Δημοφιλείς αναρτήσεις

Παρασκευή, 17 Ιουνίου 2016

Συμεών ο Νέος Θεολόγος Κατηχήσεις

Συμεών ο Νέος Θεολόγος
Κατηχήσεις

Myriobiblos Home
 

Λόγος  Ζ΄. (141)

 

Περί προσπαθείας τῆς εἰς τούς συγγενεῖς. Καί τίς ἡ ἀπάτη αὐτῆς καί εἰς οἷον βόθρον καί δεσμόν κατάγει τούς κρατουμένους ὑπ᾿ αὐτῆς. Καί περί ἀπογνώσεως καί τῆς ἐν ταύτῃ διαφορᾶς. Καί τί ἐστι τό “Ὁ πιστεύσας καί βαπτισθείς σωθήσεται, ὁ δέ ἀπιστήσας κατακριθήσεται”.    
 

Ἀδελφοί καί πατέρες, ὡς ὤφελόν γε ἀεί σιωπᾶν, ἠδυνάμην καί τά ἐμαυτοῦ κακά ἀποκλαίεσθαι καί μηδέποτε διδασκάλου ἔργῳ ἐπιχειρεῖν ἤ κατηχεῖν τήν ὑμετέραν ἀγάπην ἤ κἄν ὅλως ἄλλοις ὑποδεικνύειν τάς τῆς σωτηρίας ὁδούς, οὐχ ὡς ἐναντίου ὄντος τοῦ πράγματος τῇ τοῦ Θεοῦ ἐντολῇ, μᾶλλον μέν οὖν καί εὐπροσδέκτου ὑπάρχοντος αὐτῷ, ἀλλ᾿ ὅμως ἐμοῦ ἀναξίου τυγχάνοντος τοῦ τοιούτου πνευματικοῦ ἐγχειρήματος, διό καί δέδοικα, ὁ ταπεινός, μή καί ἐπ᾿ ἐμοί τό Δαυιτικόν ἐκεῖνο προσφορώτατα λεχθήσεται ῥῆμα· “Τῷ δέ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σύ ἐκδιηγῇ τά δικαιώματά μου καί ἀναλαμβάνεις τήν διαθήκην μου διά στόματός σου; σύ δέ ἐμίσησας παιδείαν καί ἐξέβαλες τούς λόγους μου εἰς τά ὀπίσω”.  
(142) Ἀλλ᾿ ἴδωμεν, εἰ δοκεῖ, τίς ἐστιν ὁ μισῶν παιδείαν καί τίς ὁ ἐκβάλλων τούς λόγους αὐτοῦ εἰς τά ὀπίσω. Ὁ μή πειθόμενος τοῖς τοῦ Θεοῦ νόμοις μισεῖ τήν ἐκ τῶν λόγων τοῦ Κυρίου παιδείαν καί βύει τά ὦτα αὐτοῦ τοῦ μή ἀκοῦσαι λόγον τῆς ἐσχάτης ἀνταποδόσεως τῶν ἁμαρτωλῶν ἤ τοῦ πυρός ἐκείνου τοῦ αἰωνίου καί τῶν κολάσεων τοῦ ᾅδου καί τῆς κατακρίσεως τῆς αἰωνίου ἐκείνης, ἀφ᾿ ἧς οὐκ ἔνι διαδρᾶσαι τόν ἅπαξ ἐμπεσόντα εἰς τάς τιμωρίας αὐτῆς. Ὁ δέ μή πάσῃ ἰσχύϊ καί δυνάμει ψυχῆς τάς ἐντολάς τοῦ Θεοῦ πρό τῶν ὀφθαλμῶν αὐτοῦ ἔχων ἀεί καί φυλάττων αὐτάς, ἀλλά καταφρονῶν μέν αὐτῶν, προτιμῶν δέ τά ἐναντία τούτων καί ποιῶν αὐτά, ἔστιν ὁ ἐκβάλλων τούς λόγους εἰς τά ὀπίσω. Καί ἵνα ἐξ ἑνός σαφές ὑμῖν ποιήσω τό τοῦ λόγου προκείμενον, ὅταν ὁ μέν Θεός προστάσσῃ καί διαρρήδην βοᾷ· “Μετανοεῖτε, ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν” καί πάλιν· “Σπουδάσατε εἰσελθεῖν διά τῆς πύλης τῆς στενῆς”, ὁ δέ ταῦτα ἀκούων οὐ μόνον οὐ προαιρεῖται μετανοεῖν καί βιάσασθαι ἑαυτόν εἰσελθεῖν διά τῆς στενῆς πύλης, ἀλλά διερχόμενος πάσας τάς ἡμέρας τῆς ζωῆς αὐτοῦ ἐν μετεωρισμῷ καί διαχύσει ψυχῆς, προστιθείς τοῖς ἑαυτοῦ κακοῖς καθ᾿ ὥραν κακά καί ἄνεσιν σώματος καί θεραπείαν ὑπέρ τήν δέουσαν χρείαν ἐπιζητῶν, ὅπερ τῆς πλατείας μᾶλλον καί εὐρυχώρου ὁδοῦ σημεῖόν ἐστι καί οὐχί τῆς στενῆς καί τεθλιμμένης, τῆς φερούσης εἰς τήν ζωήν τήν αἰώνιον, οὕτω τοίνυν καί ὁ τοιοῦτος ἐκβάλλει τοῦ Θεοῦ τούς λόγους εἰς τά ὀπίσω καί τά ἑαυτοῦ θελήματα, μᾶλλον δέ τά τοῦ διαβόλου, ποιεῖ.  
(143) Ἅ κἀγώ πρῶτος, ὁ ταλαίπωρος, ἐκπληρῶν καί ἐν λάκκῳ βορβόρου κείμενος καί ἐν αἰσθήσει ὑπάρχων τῶν ἰδίων κακῶν, βοῶ κάτωθεν κράζων καί τούς ἔξωθεν παριόντας ἅπαντας προσφωνῶν· “Πόρρω που τοῦ δεινοτάτου τούτου λάκκου γίνεσθε, ἀδελφοί, καί τήν εὐθεῖαν ὁδόν, ἥτις ἐστίν ὁ Χριστός, πορεύεσθε! Καί μηδείς ἐκκλίνῃ δεξιᾷ ἤ ἀριστερᾷ καί ὧδε σύν ἐμοί τῷ παναθλίῳ καί δυστυχεῖ ἐμπεσεῖται καί στερηθείη μετά τῶν ἐπιγείων καί τά ἐπουράνια ἀγαθά”. Ἐπειδή δέ διά πολλῶν τῶν ἑαυτοῦ μηχανημάτων ὁ παμπόνηρος διάβολος καί ἐχθρός τῶν ψυχῶν ἡμῶν εἰς τό τοιοῦτον βάραθρον τούς πλείονας ἤ καί σχεδόν ἅπαντας ὁμοῦ, οἱονεί συμφορήσας, κατά καιρούς ἀπορρίπτει, ἔστι δέ καί διά μιᾶς ταύτης, τῆς πρός τούς συγγενεῖς λέγω προσπαθείας, ᾗ καί ὡς σχοινίῳ χρώμενος, ὁ ἐχθρός ἐφ᾿ ἑνός ἑκάστου τραχήλῳ ἀποδεσμῶν ἄγει καί συνπεριάγει πάντας τούς τόν τοιοῦτον καταδεξαμένους δεσμόν, εἰς κρημνούς φρικτούς τε καί βάραθρα ἁμαρτημάτων χαλεπά καί ἀσύγγνωστα καί εἰς αὐτόν καταποντίζει τόν τῆς ἀπογνώσεως λάκκον, καί ἐν πυθμένι ᾅδου καταβιβάσας καί ἐνδεσμήσας ἀφίησι, φύγωμεν, ἀγαπητοί, τόν ὄλεθρον τοῦτον, παρακαλῶ.  
Πανούργως γάρ ἐνριζοῖ ἐν τοῖς τοιούτοις καί σεσοφισμένως ἐμποιεῖ τήν ἀπόγνωσιν ἐπί τοσοῦτον, ὡς μήτε νομίζειν τούτους ἐν ἀπογνώσει γενέσθαι, μήτε πείθεσθαι ταῖς θείαις Γραφαῖς, μήτε μήν πιστούς ἡγεῖσθαι τούς περί τοιούτων λέγοντας πρός αὐτούς, πάντα δέ δεύτερα τῆς ἑαυτῶ τιθέναι φρονήσεως ἤ μᾶλλον εἰπεῖν ἀφροσύνης καί ἀναισθησίας, καί δεδεμένους ὄντας ἀπό τοῦ τραχήλου ἀναλγήτους (144) διακεῖσθαι, ὅπερ χεῖρον πάσης ἐστίν ἀπογνώσεως. Ἄλλο γάρ τό εἰς πλῆθος ἐμπεσόντα κακῶν τῆς ἑαυτοῦ σωτηρίας ἀπογινώσκειν τινά, καί ἕτερον τό ὡς καλῷ τῷ κακῷ χρᾶσθαι καί ἐν πλήροφορίᾳ εἶναι ὅτι καλόν τι ποιεῖ. Ὁ μέν γάρ πρότερος, εἰ περί μετανοίας καί τῆς τοῦ Θεοῦ φιλανθρωπίας διδαχθῇ καί μάθῃ ὅτι οὐκ ἔστι πλῆθος ἁμαρτιῶν ὅ μή ἐξαλείφει ἡ μετάνοια καί ὅτι “ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις” καί ὅτι “χαρά μᾶλλον γίνεται ἐν τῷ οὐρανῷ ἐπί ἑνί ἁμαρτωλῷ μετανοοῦντι”, ἴσως ἑαυτοῦ γενόμενος καί κατανυγείς, ἐπιθυμήσειέ ποτέ τῶν πολλῶν ἐκείνων ἀπαλλαγῆναι κακῶν καί τοῦ δυσβαστάκτου φορτίου κουφισθῆναι τό αὐτοῦ συνειδός, διαναστήσεται καί πάντα ἄλλα – τά βιωτικά λέγω – εἰς οὐδέν λογισθήσεται καί τῇ μετανοίᾳ θερμῶς προσέλθῃ· ὁ δέ δεύτερος, δυσανακλητότερος ὤν, εἰς ἅπαν ἀπαναίνεται τοῖς τοιούτοις φαρμάκοις ἰατρευθῆναι. Πῶς γάρ καί ἰατρευθῆναι καταδέξεται, ὁ μηδέ ὅτι ἐν νόσῳ ἤ πτώματι κεῖται ὅλως πειθόμενος; Οὐδαμῶς!  
Ἀλλά δέον ἡμᾶς λόγοις πρότερον, καθ᾿ ὅσον οἷοί τε ὦμεν, πνευματικοῖς, ἔκ τε τοῦ θείου Εὐαγγελίου καί τῶν λοιπῶν ἁγίων Γραφῶν ἀναλεξαμένους, πληροφορῆσαι καί δεῖξαι αὐτοῖς, πῶς μέν τῆς εὐθείας ὁδοῦ ἀπαρξάμενοι, ἐκκλίναντες ἠπατήθησαν, πῶς δέ ὁ ἐχθρός αὐτούς μεμονωμένους εὑρών τό τῆς προσπαθείας σχοινίον ἀπατηλῶς τοῖς ἑαυτῶν τραχήλοις ἐμπεριέδησεν, ἔπειτα καί πῶς αὐτούς εἰς κρημνούς καί βάραθρα ἁμαρτημάτων ἐμπεριήγαγε· καί μετά ταῦτα δείξομεν αὐτοῖς καί πῶς τῷ βαθυτάτῳ λάκκῳ ἐναπέρριψε, καί ποῦ καί πῶς ἐν τῷ ᾅδῃ καταβιβάσας, τό ἐπί τοῦ τραχήλου αὐτῶν σχοινίον ἐναπέδησε, (145) καί ὡς οὐκέτι δυναμένους ἐλευθερωθῆναι καί πρός τήν γῆν ἀνελθεῖν, ἀφείς αὐτούς ὑπεχώρησε. Καί οὕτω τούς πειθομένους τοῖς λόγοις τῆς θείας Γραφῆς καί εἰς συναίσθησιν τῶν οἰκείων ἐρχομένους κακῶν καί συνομολογοῦντας καί οὕτως ἔχειν συντιθεμένους τά κατ᾿ αὐτούς, τηνικαῦτα καί τά φάρμακα τοῖς τραύμασιν ἁρμόζοντα διά τῶν λόγων αὐτῶν ἐπιδώσομεν.  
Μέλλοντί μοι δέ πρός τάς ἀποδείξεις τῶν πραγμάτων ἐλθεῖν καί τόν ἀγῶνα τοῦ λόγου τῷ ἀλόγῳ καί ἀμαθεῖ ἐπειγομένῳ ἀναδέξασθαι, συνεύξασθαι δέομαι πάντων ὑμῶν, ἵνα ἡ χάρις τοῦ Παναγίου Πνεύματος φαιδρότερον ἐπιλάμψασα ὅλην μου καταφωτίσῃ τήν διάνοιαν καί τόν νοῦν καί δῴη ἀξίως εἰπεῖν τι, οὐχί διά τήν ἐμήν ἀξίαν, ἀλλά διά τήν ὑμετέραν ὠφέλειαν, ἐνηχοῦσα οἷον αὐτήν τούς λόγους ἅμα τε τῷ ταύτης φωτί φαίνουσα καί ὑποδεικνύουσα πάντα ἅπερ προείπομεν, καί οἱονεί πως λέγουσα πρός ἡμᾶς· “Ἴδε ἡ ὁδός, ἴδε ἡ ἔκπτωσις αὐτῆς, ἴδε ὁ ἐχθρός, τό σχοινίον. Ἴδε ὁ ἀδελφός, πῶς μετά χαρᾶς τόν δεσμόν καταδέχεται. Ἴδε ποῦ σύρων ὁ διάβολος αὐτόν ἀποφέρει”, καί πάντα καθεξῆς ἀνελλιπῶς ὑποδείξασα καί πῶς τούς ἐκείνου βρόχους δυνηθῶμεν διαφυγεῖν ἐκδιδάξασα, πρός τούς οὐρανούς ἐλευθέρους ἡμᾶς συμπαραλαβοῦσα ἀνέλθῃ. Τοῦτο δέ οὐκ ἄλλως ἄν γένηται ἡμῖν δυνατόν, εἰ   μή ἄνωθεν καί ἐξ ἀρχῆς τοῦ βίου καί τῆς εἰς τό μοναχικόν στάδιον εἰσόδου ἡμῶν τόν λόγον ἀναγαγόντες, ἐκεῖθεν τήν ἀρχήν ποιησόμεθα. Οὕτω γάρ καί ὡς ἐν ὁδῷ βαδίζων ὁ λόγος, ἅπερ ὑπέσχετο διά τῆς τοῦ Πνεύματος χάριτος καθαρῶς τοῖς προσέχουσιν ἀποδείξειεν. Ἀλλά  μή ἀποκάμητε, ὠφέλιμος γάρ ὁ λόγος, καθ᾿ ὅσον ἐστί καί θεόπνευστος, ἐπειδή καί ἡμεῖς καί οἱ λόγοι ἡμῶν, κατά τόν εἰρηκότα σοφόν, καί αὐτή ἡμῶν ἡ πνοή ἐν χειρί Θεοῦ τοῦ πεποιηκότος ἡμᾶς.  
(146) Ὁ Κύριος καί Θεός ἡμῶν Ἰησοῦς Χριστός, Υἱός ὤν γνήσιος τοῦ Θεοῦ καί Πατρός, ὁμοούσιός τε καί ὁμοφυής καί ὁμόδοξος, σύνθρονός τε καί ὁμόθρονος, ἐν τῷ Πατρί μένων καί ὁ Πατήρ ἐν αὐτῷ, πρός τήν ἡμετέραν ταλαιπωρίαν καί κάκωσιν, ἀλλά μήν καί αὐτήν ἡμῶν τήν δουλείαν ἥν διά τῆς ἁμαρτίας τῷ ἀπατήσαντι ἡμᾶς ἐχθρῷ ἐδουλεύσαμεν ἀπιδών καί κατελεήσας ἡμᾶς τῇ ἀφάτῳ φιλανθρωπίᾳ αὐτοῦ βουληθείς ἐξελέσθαι τῆς δουλείας καί αἰσχίστης πλάνης ἡμᾶς, κατῆλθεν ἐκεῖθεν ὅλως τούς πατρῴους κόλπους μή λιπών, ὡς οἶδεν αὐτός, καί γενόμενος ἐπί τῆς γῆς, ἐμπεριπατήσας τε καί συναναστραφείς ἡμῖν τοῖς ἀνθρώποις οὖσιν ἁμαρτωλοῖς, καί προστάγματα δούς σωτηρίας τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καί ἀποστόλοις, ἀνῆλθεν αὖθις πρός τόν ἑαυτοῦ Πατέρα μετά δόξης, παραγγείλας αὐτοῖς καί εἰπών· “Πορευθέντες, κηρύξατε τό εὐαγγέλιον πάσῃ τῇ κτίσει διδάσκοντες” πάντας, οὐχί τόδε “τηρεῖν” ἤ τόδε, ἀλλά “πάντα ὅσα ἐνετειλάμην ὑμῖν”. “Πάντα” δέ εἰπών οὐδέν ἀφῆκεν ὅ μή φυλάξαι προσέταξεν. Εἶτα τί; “Ὁ πιστεύσας, φησί, καί βαπτισθείς σωθήσεται, ὁ δέ ἀπιστήσας κατακριθήσεται”.  
Ἆρα οὖν, ἀγαπητοί ἀδελφοί, ἔγνωτε τί ἐστι τοῦτο ὅ λέγει· “Ὁ πιστεύσας καί βαπτισθείς”, εἶτα πάλιν· “Ὁ ἀπιστήσας”, ἤ καί περί τούτου εἴπω πρός τήν ὑμετέραν ἀγάπην; Δοκεῖ γάρ εὔληπτον εἶναι καί ἁπλοῦν τό λεγόμενον, ἔχει δέ ἐγκεκρυμμένα εἰς βάθος αὐτοῦ τά νοήματα.  
(147) Πίστιν ἐνταῦθα οὐ ταύτην λέγει ὅτι Θεός ἐστιν ὁ Χριστός μόνον, ἀλλά τήν περί πασῶν τῶν παρ᾿ αὐτοῦ λεχθεισῶν ἁγίων ἐντολῶν περιεκτικωτάτην πίστιν τήν συνέχουσάν πως ἐν ἑαυτῇ πάσας τάς θείας αὐτοῦ ἐντολάς καί πιστεύουσαν μηδέν εἶναι ἀργόν μέχρι καί μιᾶς κεραίας ἐν αὐτοῖς, ἀλλά πάντα ἕως ἑνός ἰῶτα ζωή καί ζωῆς αἰωνίου πρόξενα· ὡς ἄν ὁ πιστεύων οὕτως ἔχειν αὐτάς καί διά τοῦ ἁγίου βαπτίσματος συνταξάμενος ταῦτα πάντα φυλάσσειν καί ἀπαραλείπτως ποιεῖν σωθήσεται, ὁ δέ ἀπιστήσας ἔν τινι τοῖς λόγοις αὐτοῦ μέχρι καί μιᾶς, ὡς εἴρηται, κεραίας ἤ ἑνός ἰῶτα, ὡς αὐτόν ἐκεῖνον ὅλον ἀπαρνησάμενος, κατακριθῇ. Καί εἰκότως· ὁ γάρ εἰς τά μεγάλα πιστεύσας αὐτῷ - οἷον ὅτι Θεός ὤν ἀτρέπτως ἐγένετο ἄνθρωπος, ὅτι ἐσταυρώθη καί ἀπέθανε καί ἀνέστη, ὅτι ἀναστάς τῶν θυρῶν κεκλεισμένων εἰσῆλθε καί ὤφθη τοῖς ἑαυτοῦ μαθηταῖς, ὅτι ἀνελήφθη καί κάθηται ἐν δεξιᾷ τοῦ Θεοῦ καί Πατρός, ὅτι μέλλει ἔρχεσθαι κρῖναι ζῶντας καί νεκρούς καί ἀποδοῦναι ἑκάστῳ κατά τά ἔργα αὐτοῦ πρότερον δηλονότι ἐξαναστήσας πάντας ἡμᾶς, τούς ἀπό Ἀδάμ καί μέχρι τῆς ἐσχάτης ἡμέρας τεχθήσεσθαι μέλλοντας - , λέγοντι δέ αὐτῷ” “Ἀμήν λέγω ὑμῖν, ὅτι καί ὑπέρ ἀργοῦ λόγου λόγον δώσουσιν οἱ ἄνθρωποι ἐν ἡμέρᾳ κρίσεως” ἀπιστῶν, πῶς ἄρα πιστός ἔσται καί μετά πιστῶν συγκαταριθμηθῇ;  
Ὁ τοίνυν ἐπ᾿ ἐκείνοις τοῖς φρικτοῖς καί ὑπέρ νοῦν καί ὑπέρ πᾶσαν ἀνθρωπίνην διάνοιαν πιστεύων Χριστῷ καί τοῖς γεγονόσι καί μέλλουσι γενέσθαι παρ᾿ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πειθαρχοῦσαν ἔχων καί συντιθεμένην αὐτοῦ τήν ψυχήν, (148) ἀπιστῶν δέ αὐτός ὁπηνίκα λέγοντος ἀκούει· “Ὁ θέλων ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ καί ἀκολουθείτω μοι” καί· “Ὁ φιλῶν πατέρα ἤ μετέρα ὑπέρ ἐμέ οὐκ ἔστι μου ἄξιος” καί ὅτι “Ὁ ἐρχόμενος πρός με καί οὐ μισεῖ τόν πατέρα αὐτοῦ καί τήν μετέρα καί τούς ἀδελφούς καί τάς ἀδελφάς καί τήν γυναῖκα καί τά τέκνα, ἔτι δέ καί τήν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής” καί ὅτι “Ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν”, πῶς ὁ τοιοῦτος πιστός καί οὐχί μᾶλλον ὡς ἄπιστος ἤ καί χείρων ἀπίστου κατακριθήσεται; Ὅτι ἐν μέν τοῖς μείζοσιν ὁμολογεῖ πιστεύειν Χριστῷ, ἐν δέ τοῖς ἐλαχίστοις ὡς ψευδομένου καταφρονεῖ αὐτοῦ τοῦ τῶν ὅλων Θεοῦ καί Δεσπότου· καί πιστεύειν λέγων ἐν τοῖς ἄλλοις αὐτῷ ὡς Θεῷ, ὡς τῷ τυχόντι ἀνθρώπῳ διαπιστεῖ λέγοντι ὅτι καί ὑπέρ ἀργοῦ λόγου λόγον δώσουσιν οἱ ἄνθρωποι ἐν ἡμέρᾳ τῆς κρίσεως· καί οἴεται γελῶν καί αἰσχρολογῶν καί ματαιολογῶν σωθῆναι, ταλανίζοντος ἐκείνου τούς γελῶντας καί μακαρίζοντος τούς πενθοῦντας· ἀλλά καί ἑαυτόν μή ἀπαρνούμενος μηδέ τόν σταυρόν βαστάζων, ἀκολουθεῖν νομίζει τῷ δι᾿ αὐτόν σταυρωθέντι Χριστῷ· καί πλεῖον φιλῶν τούς ἑαυτοῦ γονεῖς, ἄξιον εἶναι αὐτόν τοῦ Χριστοῦ ἀπό ψυχῆς ἔχει. Οὕτως ἄρα καί αὐτοί οἱ ἐρχόμενοι δῆθεν πρός αὐτόν διά τῆς ἀποταγῆς καί οὐ μισοῦντες ἅπαντας τούς ἑαυτῶν συγγενεῖς, ἔτι δέ καί τήν ἑαυτῶν ψυχήν ἀπαρνούμενοι, (149) ἀλλ᾿ ἐξ ἐναντίας καί ἀγαπῶντες αὐτούς μᾶλλον, μαθηταί εἶναι τοῦ Χριστοῦ ματαίως νομίζουσι· καί λύοντες καθ᾿ ὥραν οὐχί μίαν καί τήν ἐλαχίστην τῶν ἐντολῶν ἀλλά πολλάς καί μεγάλας, οὐδέν ὅλως ἐναντίον ποιεῖν τι νομίζουσι, μᾶλλον μέν οὖν καί μεγάλους ἑαυτούς ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ οὕτως ἔχοντες ὑπολαμβάνουσιν ἔσεσθαι· καί τό μεῖζον ἁπάντων κακῶν, ὅτι οὐχί παράβασιν ὅλως ταῦτα ἐντολῆς εἶναι λέγουσιν, ἀλλά καί ἡμᾶς αὐτούς, ἀντιποιουμένους τοῦ λόγου τῆς ἀληθείας, πείθειν ἀσυνέτως ἐπιχειροῦσιν. Ἀλλ᾿ ἐπί τό προκείμενον ἐπανέλθωμεν.  
Πάντα τοίνυν ὅσα τοῖς ἀποστόλοις ὁ Χριστός καί Θεός ἐνετείλατο, ὁμοίως καί ἡμᾶς φυλάττειν προσέταξεν, ἅπερ ἐν τῷ κόσμῳ φυλάξαι δυνάμεθα μέν, οὐ προαιρούμεθα δέ διά τό ἀσθενεῖν ἡμᾶς τῇ πίστει καί τῇ ἀγάπῃ τῇ εἰς Χριστόν.  Καί ὅτι τοῦτο ἀληθές ἐστι μαρτυροῦσι πάντες οἱ πρό νόμου καί ἐν νόμῳ καί μετά τήν τοῦ Σωτῆρος παρουσίαν μετά παίδων καί γυναικῶν καί τῶν ἐν ἅπασι βιωτικοῖς μεριμνῶν καί φροντίδων εὐαρεστήσαντες τῷ Κυρίῳ, κεχωρισμένοι τούτων ἁπάντων τῇ ἀπροσπαθεῖ προαιρέσει γενόμενοι καί ὑπέρ τούς ἐν ὄρεσι καί σπηλαίοις λαμπρότεροι τῇ πίστει καί τῷ βίῳ ἀναφανέντες. Διά τοῦτο τοιγαροῦν τῇ ἐντολῇ τοῦ Κυρίου χρώμενοι βοηθῷ - ὡς δι᾿ ἡμᾶς καί τήν ἡμετέραν ἀσθένειαν λεχθείσῃ -, πᾶσιν ἀποτασσόμεθα καί τῇ στενῇ καί τεθλιμμένῃ ὁδῷ προσερχόμεθα καί οἱονεί πως τοῦ κόσμου σωματικῶς καί τῶν τοῦ κόσμου ἀποτεμνόμεθα, καί οὕτως ἀπ᾿ ἄλλης χώρας καί τόπου καί πόλεως πρός ἑτέραν ἀπαίροντες κατοικίαν καί μονήν (150) ἀφικνούμεθα, εἰς τό στάδιον τῆς γυμνασίας τῶν ἀρετῶν διά πολιτείας οἱονεί καί ἀσκήσεως κατά τήν ἑαυτοῦ προαίρεσιν ἕκαστος βαδίζοντες ἤ καί ὀξυποδοῦντες καί τρέχοντες. Τί τοῦτο; Ἵνα τήν ἀπροσπάθειαν τῶν εἰρημένων κτησώμεθα. Διά τοῦτο γάρ καί ἀπό τοῦ κόσμου ἀπαίροντες, αὐτίκα ταῖς ἐντολαῖς ἑπόμενοι τοῦ Κυρίου καί τοῖς προστάγμασιν αὐτοῦ πειθαρχοῦντες, ἀπαρχόμεθα τῆς εἰς οὐρανούς φερούσης ὁδοῦ.  
Σκόπει μοι δέ ἐντεῦθεν ἄρτι καλῶς τῶν λεγομένων τήν δύναμιν. Ὑποζωγράφει μοι τῷ νοΐ ὁδόν τετριμμένην ὅλην τοῖς ποσί τῶν προλαβόντων καλῶς. Ἔνθεν τε κἀκεῖθεν ὄρη μοι νόει καί ὕλας καί κρημνούς καί σκοπέλους καί φάραγγας, σύν τούτοις δέ πεδία και παραδείσους τόπους τε τερπνούς καί συσκίους καί ὡραιοτάτους καί παντοδαπούς καρπούς ἐν αὐτοῖς,  εἶτα θηρίων πλῆθος πολύ καί ληστῶν καί ἀνδροφόνων κατά τόπους ἐγκεκρυμμένα συστήματα. Τούτων οὕτως ἐχόντων οὐδεν ἡμᾶς ἐκ τῶν εἰρημένων ἤ δελεάσαι καί τήν αἴσθησιν ἡμῶν κατασεῖσαι ἤ παραβλάψαι δυνήσεται, ἑπομένους τοῖς προλαβοῦσιν ἁγίοις καί τήν αὐτήν ὁδόν πορευομένους ἥν κἀκεῖνοι ἐβάδισαν. Πορευομένων γάρ ἡμῶν ἐν τῇ ὁδῷ τοῦ Κυρίου  και Θεοῦ ἡμῶν ἐντολῶν καί διερχομένων ἀμεταστρεπτί μέσον ἁπάντων τῶν εἰρημένων, οὐδείς οὔτε τῶν ληστῶν ἐκείνων οὔτε τῶν θηρίων φανερῶς καί ἀναιδῶς ἡμῖν ὲπιβαίνει ἤ τολμᾷ προσεγγῖσαι ἡμῖν, καί μάλιστα ἐάν ὁδηγῷ ἐπακολουθῶμεν καί συνοδοιπόροις συμπορευώμεθα ἀγαθοῖς. Πλήν ὅμως ποτέ μέν μακρόθεν, ποτέ δέ ἔγγιστα γεγονότες, οἵ μέν ἀπειλαῖς χρῶνται καί φονίῳ πρός ἡμᾶς βλέπουσιν ὄμματι, οἵ δέ δελεασμοῖς τισι καί καλακείαις (151) καί φιλικαῖς ὁμιλίαις. Ἀλλά μήν ὑποδεικνύουσιν ἡμῖν καί τά τῶν τόπων τερπνότητας κατά χώραν καί τήν ὡραιότητα τῶν καρπῶν καί παραινοῦσι μικρόν ἀναπαύσασθαι εἰς παραμυθίαν τῶν πόνων τῆς ὁδοιπορίας καί φαγεῖν ὑποτίθενται ἀπό τῶν καρπῶν τό ἡδύ πλέον ἐπιφερομένων τῆς ἐνούσης αὐτοῖς θεωρίας, καί πολλάς ἑτέρας ἐπινοοῦσι τάς πάγας ἡμῖν καί ποικίλας τάς ἀφορμάς· οὐκ ἐν ἡμέρᾳ δέ μόνον ἀλλά καί ἐν αὐταῖς ταῖς νυξί, καί οὐδέ ἐγρηγορότων μόνον ἀλλά καί καθευδόντων, ἡμῖν ἐπανίστανται, ποτέ μέν γαργαλισμοῖς καί ἐκκρίσεσι, ποτέ δέ βρωμάτων ἀπηγορευμένων γεύσεσιν, ἄλλοτε δέ καί μετά φανῶν καί λαμπάδων ὡσεί ξιφήρεις λησταί ληστρικῶς ἐπερχόμενοι θάνατον ἡμῖν ἐπισείουσιν, ἐκταράσσειν ἡμᾶς οἰόμενοι καί τῆς εὐθείας παρατρέψαι ὁδοῦ. Καί οἵ μέν αὐτῶν ἀδύνατον ἡμῖν ὑποτίθενται τό μέχρι τέλους ὑπενεγκεῖν τά ἐν τῇ ὁδῷ δυσχερῇ, οἵ δέ καί ἀνόνητα ταῦτα καί μηδέν τούς κοπιῶντας ὠφελεῖν δυνάμενα.  Ἄλλοι ὅτι οὐδέ ἔστι ποτέ τέλος τῆς ὁδοῦ ταύτης οὐδέ ἔσεται λέγουσι, δεικνύοντες ἐκ τῶν μή κατορθωκότων τινάς καί μάλιστα τούς ἐγχρονίσαντας εἰς τήν ἄσκησιν καί μηδεμίαν ἐκ τοῦ χρόνου εὑρόντας ὠφέλειαν διά τό μή ἐν γνώσει καί εὐσεβεῖ λογισμῷ τρέχειν αὐτούς ἐν τῷ δοκεῖν τόν δρόμον τῶν ἐντολῶν, ἀλλ᾿ ἰδιορρυθμίᾳ καί οἰήσει τοῦτο ποιεῖν, οἷς εἰκότως καί τά κατά Θεόν αὐτῶν διαβήματα περικόπτεται, δειλαινομένοις καί ὑποστρέφουσιν εἰς τά ὀπίσω καί ἑαυτούς διά τῆς ἀμελείας τῷ πονηρῷ ἐμπαρέχουσιν εἰς τό ἐργάσασθαι εἰς αὐτούς τά δοκοῦντα αὐτῷ.  
(152) Ἀλλά τί θέλω πάντα ὑμῖν ἐξηγήσασθαι τοῖς πνευματικοῖς μου ἀδελφοῖς, καί ἰδού εἰσιν ἀριθμῷ μή καθυποβαλλόμενα, τά τοῦ ἀντικειμένου ἡμῖν διαβόλου καί τῶν αὐτοῦ πονηρῶν πνευμάτων ἔνεδρά τε καί δεινά πανουργεύματα!  Ἀλλά τά πλεῖστα παρά τοῖς σπουδαίοις διερευνᾶσθαι ἐάσας καί παρασχών αὐτοῖς ἐκ τῶν ὀλίγων τούτων τάς ἀφερμάς, ὅ ἐπηγγειλάμην ὑμῶν τῇ ἀγάπῃ ἀποδεῖξαι πειράσομαι· τί δέ ἐστι τοῦτο; Ὁ δεσμός τῆς πρός τούς συγγενεῖς ἡμῶν προσπαθείας καί ὅπως δεσμεῖ ἡμᾶς δι᾿ αὐτῆς ὁ διάβολος, καί μάλιστα τούς κατά τῶν ἄλλων παθῶν τήν ἀνδρείαν ἐπιδειξαμένους καί τόν στέφανον ἄραντας, καί δι᾿ ἧς ἡμᾶς τῷ σκότει καί τῇ ἀπωλείᾳ δυστυχῶς ὁ πονηρός παραπέμπει.  
Καί σκόπει μοι πάλιν ἀκριβῶς τοῦ λεγομένου τήν δύναμιν. Κατανόησον σεαυτόν ἐν τῇ εἰρημένῃ ὁδῷ ἤ ἐπιβάντα ἀρτίως αὐτῆς ἤ ἐπ᾿ αὐτῇ ἐπί χρόνους βαδίσαντα καί παρά πάντων ἐκείνων τῶν εἰρημένων θηρίων τε καί ληστῶν πολλά μέν παθόντα ἐξ ὧν προειρήκαμεν, τῇ χάριτι δέ Χριστοῦ μήτε κολακείαις ἀπατηθέντα, μήτε τῇ ὡραιότητι τῶν φαινομένων κλαπέντα πρός ἡδονήν, μήτε φόβῳ καμφθέντα ἤ ἀπειλαῖς πρός τό   ἐκκλῖναι τῆς εὐθείας ὁδοῦ ἤ παύσασθαι τοῦ πρόσω βαίνειν, μήτε μήν εἰς τά ὀπίσω στραφέντα, ἀλλά μᾶλλον καί εὐτονώτερον τρέχοντα. Ἆρα οὖν οὕτως τρέχοντός σου ἠρέμησε τοῦ μηκέτι πολεμεῖν σε ὁ Σατανᾶς ἤ ποτέ ἠρεμήσει; Οὐμενοῦν οὐδαμῶς! Ἀλλ᾿ εἰδώς ὅτι ἐντολήν ἡμῖν δέδωκεν ὁ Θεός ἀπαρνήσασθαι πατέρα καί μητέρα καί πᾶσαν ἁπλῶς συγγένειαν σαρκικήν, ἔτι δέ καί ὅλους ἡμᾶς αὐτους· οὐ μόνον δέ ἀλλ᾿ ὅτι συνεθέμεθα τῷ Θεῷ, (153) ὅτε τῇ μοναδικῇ πολιτείᾳ προσήλθομεν, καί ταύτην μετά τῶν ἄλλων ἁπάντων φυλάξασθαι, ἐπειδή οὐκ ἴσχυσεν ἐκ τῶν εἰρημένων ἁπάντων τι κατά σοῦ, τί ποιεῖ; Πρῶτον τήν τῶν ἰδίων μνήμην ἀνακινεῖ καί ἀνανεοῖ ἐν ἡμῖν, ἔπειτα καί ἀπό τῶν θείων Γραφῶν τά περί ἄλλων καί πρός ἄλλους εἰρημένα ἐπί ἀνατροπῇ θολερᾷ καί παραβάσει τῆς ἐντολῆς ἡμῖν ὑποτίθησι λέγων· “Τίμα τόν πατέρα σου, φησίν ἡ θεία Γραφή, καί τήν μητέρα, καί ἀπό τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει· ὁ γάρ μή προϊστάμενος τῶν οἰκείων, κατά τόν θεῖον ἀπόστολον, τήν πίστιν ἤρνηται”, ἀγνοῶν ὁ δόλιος, ὡς εἰκός, ὅτι ταῦτα εἴρηται οὐχ ἵνα πλέον τοῦ Θεοῦ τούς γεννήσαντας ἡμᾶς ἤ τούς συγγενεῖς ἀγαπῶμεν καί προτιμῶμεν αὐτούς τῆς ἀγάπης ἐκείνου, ἀλλ᾿ ἵνα ὑπακοήν παιδευθῶμεν καί μάθωμεν ὅτι, εἰ πρός τούς γεννήσαντας ἡμᾶς ἀναγκαία ἐστίν ἡ ὑποταγή καί τιμή, πόσῳ μᾶλλον ἡ πρός αὐτόν, τόν αὐτούς καί ἡμᾶς πεποιηκότα Θεόν; Οἰκεῖοι δέ τοῦ σπέρματος ἡμῶν, ὦ ἀπατεών – καλόν γάρ πρός αὐτόν ἀντιστρέψαι τόν λόγον- , οὐχ οἱ συγγενεῖς ἀλλ᾿ οἱ οἰκεῖοί εἰσι τῆς πίστεως, οὕς, ὡς εἰκός, ἀγνοεῖς καί δολίως ὑποσπείρεις ἡμῖν τήν κατά σάρκα συγγένειαν, σπουδάζων κατάγειν ἡμᾶς εἰς τήν φιλίαν αὐτῶν καί προσπάθειαν.  
Τοιγαροῦν καί ὅτε τῆς ἀπάτης αἰσθανθῶμεν καί ἐν γνώσει γενώμεθα, εἴτε ἀφ᾿ ἡμῶν αὐτῶν εἴτε ἀπ᾿ ἄλλων τῶν ὁδηγούντων ἤ συμπορευομένων ἐν τῇ ὁδῷ τοῦ Κυρίου ἡμῖν, τί πάλιν πρός ἡμᾶς ἐν τῷ ἀφανεῖ κινήματι τῆς καρδίας ὑποψιθυρίζει; “Σύ, φησίν, ἀπό γε τοῦ παρόντος εἰς ἄλλα μέτρα καί εἰς ἄλλην ἔφθασας προκοπήν, (154) ἥν οὐδείς τῶν συνόντων σοι ἐπίσταται ἀδελφῶν, ἀπροσπάθειάν τε ἐκτήσω καί ἀπάθειαν παντελῆ. Διό καί εἰ θέλεις, ὑπερορᾷς καί καταφρονεῖς τῶν συγγενῶν σου, καί οὐδέν σοι ὅλως μέλλει περί αὐτῶν”. Ταῦτα ὑποτιθέμενος ἐν τῷ κρυπτῷ, παριστᾷ ἴσως καί αὐτόν ἐκεῖνον τόν συγγενῆ ἤ κατά διάνοιαν ἤ καί σωματικῶς ἐνώπιον αὐτοῦ, καί τοιαῦτα ὑποβάλλει λέγων αὐτῷ· “Πῶς τό τοῦ Θεοῦ πλάσμα ἀπολέσθαι ἐάσεις, ἵνα παρομοιωθῇ τοῖς κτήνεσι καί ὑπό ἀγνωσίας εἰς τήν τῶν ἀλόγων τάξιν καταπέσῃ; Οὐκ ὀρέξεις χεῖρα, οὐ διανοίξεις αὐτοῦ τόν νοῦν, οὐ ποιήσεις αὐτόν τόν πεποιηκότα γνωρίσαι Θεόν; Καί ποίαν ἄρα τήν ἀπολογίαν ἕξεις ἤ τί ἐρεῖς ποιεῖ τοῦτον ἐν τῇ εὐχῇ καί ὡσανεί συμπαθείας δάκρυα χέειν καί οἱονεί ἐνώπιον τοῦ Θεοῦ προσφέρειν αὐτόν ὡς δῶρον εὐπρόσδεκτον ἐν τῷ λέγειν ἐν ἑαυτῷ· Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται”, καί· “Ἐφ᾿ ὅσον πάλιν ἐποιήσατε ἑνί τούτων τῶν ἐλαχίστων, ἐμοί ἐποιήσατε”, καί πάλιν· “Ὅς ἐγένετο πατήρ ὀρφανῶν” καί τά ἑξῆς. Ταῦτα δέ πάντα πλάνη σαφής καί ἀπάτη τοῦ πονηροῦ.  
Ὅτε δέ καί ἐπί πᾶσι τούτοις μή πεισθῇ τις, ἀλλ᾿ ἔτι δή ἀναβάλλεται καί τῷ πονηρῷ ἀντιλέγει· “Πάντως, φησίν, ὅ ὀφείλω ποιῆσαι τῷ συγγενεῖ μου, τοῦτο ποιήσω   εἰς ξένον, τόν κατά Θεόν μᾶλλον συγγενῆ μου ὄντα ἤ κατά σάρκα”, ἀποκρίνεται ὁ δόλιος ἐχθρός καί λέγει αὐτῷ· “Καί πάντως οὕτω φροντίζει τῶν πάντων ὁ Θεός καί οὕτως οἱ πάντες εἰς γνῶσιν καί πίστιν αὐτοῦ ἐνάγονται· σύ μέν διά τῶν σῶν συγγενῶν εἴτε καί ἀλλοτρίων, (155) αὐτός δέ πάλιν διά σοῦ καί δι᾿ αὐτοῦ ἕτεροι. Τίς δέ ἄρτι ἐν ταῖς ἡμέραις ταύταις ὡς σύ; Ἤ καί ποῦ ἐάσεις αὐτόν ἀπελθεῖν, ἵνα μή εὐθύς λύκου κατάβρωμα γένηται καί ἀπολέσει αὐτοῦ τήν ψυχήν, ἥν αὐτός ζημιωθήσει, ἐάν καταλείψῃς πάντως αὐτόν; “. Τότε δή τότε καί ὁ ἀδελφός ἀπατηθείς ἵσταται καί εὐλόγως καταδέχεται δεσμευθείς παρά τοῦ Σατανᾶ οὐκέτι ἀντιλέγει, πειθαρχήσας τοῖς λόγοις αὐτοῦ.  
Καί ὅρα μοι πανουργίαν τοῦ δεινοῦ τούτου καί ψυχοφθόρου ληστοῦ! Δεσμέυσας οὖν αὐτόν τῇ προσπαθείᾳ οὐκέτι ἐν τῇ ὁδῷ συμπεριπατεῖ μετ᾿ αὐτοῦ, οὐδέ ὀχλεῖ, τό γε νῦν ἔχον, περί τούτου αὐτόν, ὡς ἄν μή γνωσθῇ αὐτοῦ ἡ ἐπιβουλή. Ἀλλά τί; Τό ἄκρον οἱονεί τοῦ σχοινίου λαβόμενος καί μακράν γεγονώς, ἀποκρύπτεται ἀπ᾿ αὐτοῦ ἐν τῷ σκότει, ὁ τοῦ σκότους ἀληθῶς ἀρχηγός, ἀφείς αὐτῷ τήν περί τοῦ συγγενοῦς φροντίδα καί μέριμναν. Οἶδε γάρ ὅτι ἐκεῖνος ἀντ᾿ αὐτοῦ διηνεκῶς ὀχλεῖ καί νύσσει αὐτόν. Τούτου οὖν γενομένου, ἐπάν πρός μέριμναν τήν οἱανοῦν χωρήσῃ τοῦ συγγενοῦς ἕνεκα, ἐκκλίνει τῆς βασιλικῆς καί εὐθείας ὁδοῦ ἧς ἀπήρξατο· καί ὅσον ἐκκλίνει, ὁ ἐχθρός εἰς βάθος που τῆς αὐτοῦ σκαιωρίας μεθίσταται καί ἐνδότερον ὑπεισερχόμενος κρύπτεται, ἔχων ἐν ταῖς αὐτοῦ χερσί τό δῆθεν σχοινίον τῆς προσπαθείας καί κρατῶν αὐτό ἀσφαλῶς καί σπουδάζων ὅλως μή γνωσθῆναι αὐτῷ.  
Τῆς οὖν ὁδοῦ ὁ ἀδελφός ἐκπεσών, πρόσεχε τί ἄρχεται λέγειν ἐν ἑαυτῷ· “Ψυχήν ὁ σώσας, ὡς ὁ κτήσας”. Καί οὕτω πείθει ἑαυτόν ὅτι χριστομίμητον ἔργον ἐπεχείρησε ἐπιτελέσαι. Καί εἰ μέν ἐστι γνώριμος τῶν κατά κόσμον τισίν, (156) ἀπέρχεται πρός αὐτούς καί ποτέ μέν παρ᾿ ἀξίαν αὐτούς κολακεύει καί ἐπαινεῖ, ποτέ δέ ἀποτόμως ἐπιπλήττειν ἐπιχειρεῖ. Ἄλλοτε γαστρίμαργον ἑαυτόν ἀποδείκνυσι καί ἀδιάφορον καί τινας λόγους λαλεῖ, ἵνα εἰς γέλωτας πάντας κινήσῃ. Καί ἁπλῶς ἑνί ἑκάστῳ συμπεριφέρεται κατά τό θέλημα αὐτοῦ, ἵνα ἀποδεξάμενος δόσῃ χρῆμά τι. Ἐάν δέ μηδέν ἴδῃ διδόντα αὐτῷ, ἀναιδῶς οὐ παραιτεῖται ζητεῖν πανταχοῦ τήν μνείαν περιφέρων τοῦ συγγενοῦς. Οἰ δέ ἀκούοντες, σαρκικοί ὄντες καί τοῖς αὐτοῖς κακοῖς ἐμπεριεχόμενοι, ἐπαινοῦσι μᾶλλον τόν δυστυχῆ καί “Μισθόν ἔχεις μέγα”λέγουσι πρός αὐτόν. Ἐξ ὧν ἡ προσπάθεια αὐξομένη ῥιζοῖ, μᾶλλον δέ συνουλοῖ τῇ τραχήλου νοητῶς σαρκί τό ταύτης πάθος ὥσπερ σχοινίον καί ἰσχυροποιεῖται καί ἀδιάλυτον γίνεται. Ὅθεν ἐκ τοῦ κατ᾿ ὀλίγον ἀποσπᾷ αὐτόν τῆς καθαρᾶς προσευχῆς καί τά κατά Θεόν δάκρυα εἰς ἐναντία ἀγνώστως μεταποιεῖ καί τηνικαῦτα εἰς μῖσος καί φθόνον ἐνάγει τῶν ἐχόντων πλέον ὑπέρ αὐτόν καί μή διδόντων ἀφθόνως αὐτῷ· οὐ μόνον δέ ἀλλά καί πρός πᾶσαν ὑπακοήν ῥᾴθυμον αὐτόν καί παρήκοον ἀπεργάζεται. Εἶτα ψεύδεται καί οἰκονομίαν τό πρᾶγμα ἡγεῖται, ὡς τῷ Θεῷ δῆθεν διδούς τά εἰς τόν συγγενῆ ἐξοδιαζόμενα, καί οὐ τοῦτο μόνον, ἀλλά καί κλέπτειν ἀπό μικρῶν ἄρχεται καί οὐδέ ὅτι κλέμμα ἐστί πείθεται, ἀλλ᾿ ἀποβουκοληθείς τάς φρένας ὑπό τοῦ πάθους, εἴ τι δ᾿ ἄν καί ποιῇ ὑπερασπιζόμενος τῶν ἰδίων καί συγγενῶν, οὐκ ἔχει καταγινώσκουσαν αὐτοῦ τήν συνείδησιν. Τοιγαροῦν καί ὅταν εἰς ταῦτα πάντα καταβιβάσῃ τόν ταπεινόν μοναχόν ὁ ἐχθρός ἡμῶν διάβολος, τότε καί αὐτό τό ἄκρον δῆθεν τοῦ σχοινίου ἐν τῇ ποιωθείσῃ καί ῥιζωθείσῃ ἁμαρτίᾳ τοῦ πάθους τῆς προσπαθείας, (157) ὡς ἐν στυλῳ τινί πεπηγμένῳ ἐν ᾅδου μυχοῖς ἐμπειριειλήσας, ἀφίησι, πληροφορίαν ἔχων ὡς οὐκέτι ἐκεῖθεν ἀνασπασθήσεται.  
Ταῦτα οὖν ὡς ἐκ πολλῶν ὀλίγα περί τῶν ἀγωνιζομένων εἰρήκαμεν. Περί γάρ τῶν ἀδιαφόρως καί καταφρονητικῶς ταύτῃ τῇ ὁδῷ προσερχομένων καί πολιτείᾳ, τί δεῖ καί λέγειν ὅση τούτων ἡ πρός τούς συγγενεῖς ὑπάρχει προσπάθεια, ὅπου γε δίκην ἀναισθήτων ὀρνέων πρός πᾶσαν παγίδα τοῦ διαβόλου ἐμπίπτουσιν οἱ τοιοῦτοι, ἐκδότους ἑαυτούς πρός πᾶν πάθος ποιήσαντες, οἵ καί κατάβρωμα ἀεί τοῦ πονηροῦ γίνονται, τοῦ περιπατοῦντος καί ὠρυομένου ὡς λέοντος, τίνα καταπίῃ, καί προαιροῦνται μᾶλλον ἀποθανεῖν ἤ τῶν ἐκείνου ὀδόντων καί τοῦ δεινοτάτου φάρυγγος ἐκσπασθῆναι; Ἀλλ᾿ εὐξώμεθα ἡμεῖς ἐξ ὅλης προθέσεως καί διανοίας, οἱ μετά πίστεως τόν λόγον ἀκούοντες, μή ἀπατηθῆναί ποτε μηδέ δελεασθῆναι, μηδέ διά μιᾶς τινος μικρᾶς ἤ μεγάλης παραβάσεως ἐκπεσεῖν τῆς ὁδοῦ τῆς φερούσης εἰς οὐρανούς, μηδέ πάθει τινί δεσμευθῆναι, ἀλλά βαδίσαντες ἀμεταστρεπτί ἐν αὐτῇ σπεύσωμεν πορευόμενον ἔμπροσθεν ἡμῶν φθάσαι τόν Ἰησοῦν· καί γεγονότες αὐτοῦ ἐγκρατεῖς προσπέσωμεν αὐτῷ καί κλαύσωμεν ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος καί θερμῶς αἰτησώμεθα μή χωρισθῆναι αὐτόν ὅλως ποτέ ἀφ᾿ ἡμῶν, μηδέ ἐᾶσαι ἔξω πεσεῖν ἡμᾶς τῆς ὁδοῦ, ἥτις αὐτός ἐστιν ἐκεῖνος εἰρηκώς· “Ἐγώ εἰμι ἡ ὁδός καί ἡ ἀνάστασις καί ἡ ζωή”. Τοῦτον οὖν ἐκζητήσωμεν, τοῦτον φθάσαι σπουδάσωμεν, ἵνα καί κατάσχωμεν αὐτόν, (158) καί ἐάν τοῦτο γένηται καί συμβιοτεύσωμεν αὐτῷ καί συμπολιτευσώμεθα, οὐ μόνον ἐν τῇ ἐξόδῳ τοῦ βίου ἀλλά καί νῦν εἰς οὐρανούς αὐτῷ συνανέλθωμεν καί συναναληφθῶμεν, μᾶλλον δέ αὐτός ἡμᾶς συνανενέγκῃ καί συνδοξάσῃ καί τῶν αἰωνίων ἀγαθῶν δωρήσηται τήν ἀπόλαυσιν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καί τό κράτος νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  
 
Συμεών του Νέου Θεολόγου Κατηχήσεις

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου