Παρασκευή 1 Ιανουαρίου 2016

ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΕΠΙ ΧΕΙΡΟΤΟΝΙΑ ΔΙΑΚΟΝΟΥ


ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΕΠΙ ΧΕΙΡΟΤΟΝΙΑ ΔΙΑΚΟΝΟΥ

Μετὰ τὸ εἰπεῖν τὸω Ἀρχιερέα τήν ἐκφώνησιν, τό:

Ἀρχιερέα: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν,

ἐξελθόντες δύο Διάκονοι, ἐκ τοῦ ἁγίου Βήματος ἀπὸ τῆς βορείας Πύλης, λαμβάνουσι τὸν μέλλοντα χειροτονεῖσθαι Διάκονον ἐξ ἑκατέρου μέρους καὶ φέρουσιν αὐτὸν ἄχρι τῶν ἁγίων θυρῶν. Καὶ τοῦ Ἀρχιερέως ἱσταμένου πρὸ τῆς ὡραίας Πύλης, ἐκφωνεῖ ὁ πρῶτος τῶν Διακόνων.

Πρῶτος Διάκονος: Κέλευσον.

Δεύτερος Διάκονος: Κελεύσατε.

Καὶ πάλιν ὁ πρῶτος:

Πρῶτος Διάκονος: Κέλευσον, Δέσποτα ἅγιε, τὸν νῦν προσφερόμενόν σοι.

Καὶ πάλιν ὁ Ἀρχιερεὺς ὑπο δέχεται αὐτὸν καὶ σφραγίζων τρὶς τὴν κεφαλὴν αὐτοῦ, λέγει:

Ἀρχιερέα: Eἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος (τρίς)

Καὶ εἰσάγουσιν αὐτὸν εἰς τὸ ἅγιον Βῆμα, κυκλοῦντες τὴν ἁγίαν Τράπεζαν τρὶς ἀπὸ τῶν δεξιῶν πρὸς τὰ ἀριστερὰ καὶ ψάλλοντες.

Ἦχος βαρύς

Ψάλτης: Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες, προσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ψάλτης: Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὦν τὸ κήρυγμα. Τριὰς ἡ ὁμοούσιος.

Ἦχος πλ. α᾿.

Ψάλτης: Ησαῒα χόρευε. ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολὴ ὄνομα αὐτῶ. ὅν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Ἰστεόν ὅτι, ὅταν ψάλλωσι τὰ τροπάρια, κάθηται ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ὁ Ἀρχιερευς εἰς θρονίον μικρὸν καὶ ἐκεῖ ὅπου κυκλοῦσι γύρωθεν, ἀσπἀζεται ὀ χειροτονούμενος τὰ τέσσαρα κέρατα τῆς ἁγίας Τραπέζης. Καὶ ὅταν ἔρχωνται πρὸ τοῦ Ἀρχιερέως, ποιοῦσι μετάνοιαν καὶ ἀσπάζεται ὁ χειροτονούμενος τὴν χεῖρα καὶ τὸ ἐπιγονάτιον αὐτου μετὰ δὲ τὴν τρίτην περιφορὰν ἐξέρχονται τοῦ Βήματος καὶ ἀσπάζεται ὁ χειροτονούμενος τὰς ἁγίας εἱκόνας κατὰ τάξιν.

Εἶτα προσέρχεται ὁ χειροτονούμενος τῶ Ἀρχιερεῖ, καὶ ἵσταται κατὰ τὸ δεξιὸν μέρος αὐτοῦ, καὶ θέτει τὰς χεῖρας ἐπὶ τῆς ἁγίας Τραπέζης σταυροειδῶς, καὶ ἐρείδει τὸ μέτωπον αὐτοῦ τῆ ἁγία Τραπέζη, καὶ κλίνει τὸ γόνυτὸ δεξίον καὶ ἐκφωνεῖ ὁ Ἀρχιδιάκονος:

Ἀρχιδιάκονος: Πρόσχωμεν.

Ὁ δε Ἀρχιερευς θέτει τὸ ἄκρον τοῦ Ὠμοφορίου καὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα ἐπὶ τῆς κεφαλῆς τοῦ χειροτονουμένου καὶ ἐκφωνεῖ εἰς ἐπήκοον πάντων:

Ἀρχιερευς: Θεία Χάρις, ἡπάν τοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ ἐλλείποντα ἀναπληροῦσα, προχειρίζεται (τὸν δεῖνα) τὸν εὐλαβέστα τον Υποδιάκονον εἰς Διάκονον εὐξώμεθα οὖν ὑπερ αὐτοῦ, ἵνα ἔλθηἐ π αὐτον ἡ χάρις τοῦ Παναγίου Πνεύματος.

Καὶ ψάλλεται παρα τεταμένως καὶ ἴσον τῶ ἀκούεσθαι τό Κύριε ἐλέησον (γ΄) παρὰ τῶν ἐντῶ Βἠματι καὶ παρὰ τῶν ἐκτός.

Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἀρχιερεὺς ἔχων τὴν χεῖρα ἐπικειμένην, εὔχεται οὕτω χαμηλοφώνως.

Ἀρχιερευς: Κύριε ὁ Θεὸς ἡμων, ὁ τῆ προγνώσει τῆ σῆ τὴν τοῦ Ἀγίου σου Πνεύματος χορηγίαν καταπέμπων ἐπὶ τοὺς ὡρισμένους ὑπὸ τῆς σῆς ἀνεξιχνιάστου δυνάμεως, λειτουργοὺς γενέσθαι, καὶ ἐξυπηρετεῖσθαι τοῖς ἀχράντοις σου Μυστηρίοις αὐτός, Δέσποτα, καὶ τοῦτον, ον εὐδόκησας προχειρισθῆναι παρ’ἑμοῦ εἰς τὴν τῆς Διακονίας λειτουργίαν, ἐν πάση σεμνότητι διατήρησον, ἔχοντα τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾶ συνειδήσει. Δώρησαι δὲ αὐτῶ τὴν χάριν, ην ἐδωρήσω Στεφάνω τῶ πρωτομάρτυρί σου, ον καὶ ἐκάλεσας πρῶτον εἰς τὸ ἔργον τῆς διακονίας σοθ καὶ καταξίωσον αὐτόν, κατὰ τὸ σοὶ εὐάρεστον, οἰκονομῆσαι τὸν παρὰ τῆς σῆς ἀγαθότητος δεδωρημένον αὐτῶ βαθμόν οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιῦνται καὶ τέλειον ἀνάδειξον δοῦλόν σου. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱου καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ μετὰ τὸ Ἀμήν, λέγει ὁ Διάκονος λεπτῆ τῆ φωνῆ, ὅσον ἀκούειν καὶ ἀποκρίνεσθαι τοὺς συμπαρόντας Διακόνους καὶ Ἱερεῖς τὸ Κύριε ἐλέησον, τὰ διακονικὰ ταῦτα:

Ὁ Διάκονος: Ἐν εἰρήνη, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπερ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡνῶν....

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου....

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), ἱερωσύνης, ἀντιλήψεως, διαμονῆς, εἰρήνης, ὑγείας, καὶ σωτηρίας αὐτοῦ, καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοὺ δεῖνος), τοῦ νυνὶ προχειριζομένου Διακόνου, καὶ τῆς σωτηρίας αὐτῶ, τοῦ Κυρίου δεηθῶμεν.

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν , ἄσπιλον καὶ ἀμώμητον αὐτῶ τὴν Διακονίαν χαρίσηται, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς πόλεως, ταύτης, πάσης πόλεως, χώρας...

Ὑπὲρ τοῦ ῥυσθηναι ἡμᾶς ἀπὸ πἀσης θλίψεως...

‘Αντιλαβοῦ, σωσον, ἐλέησον...

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης...

Καὶ τούτον ῥηθέντων, ὁ Ἀρχιερευς ἔχων τὴν χεῖρα ἐπικειμένην, ἐπεύχεται καὶ αὖθις οὕτως:

Ἀρχιερευς: Θεὸς Σωτὴρ ἡμῶν, ὁτῆ ἀφθάρτω σου φωνῆ τοῖς Ἀποστόλοις σου θεστίσας τὸν τῆς Διακονίας νόμον καὶ τὸν πρωτο μάρτυρα Στἐφανον τοιοῦτον ἀναδείξας, καὶ πρῶτο ν αὐτὸν κηρύξας τὸ τοῦ Διακόνου πληροῦντα ἔργον, καθὼς γέγρα πταιἐντῶ

ἀγίω Εὐαγγελίω σου «Ὅστις θέλειἐν ὑμῖν εἶνα ιπρῶτος, ἔστω ὑμῶν διάκονος» Σὺ Δέσποτα τῶν ἁπάντων, καὶ τὸν δοῦλόν σου τοῦτον, ον κατηξίωσας τὴν τοῦ Διακόνου ὑπεισελθεῖν λειτουργίαν, πλήρωσον πάσης πίστεως, κα ὶἀγάπης, καὶ δυνάμεως, καὶ ἁγιασμοῦ, τῆ ἐπι φοιτήσει τοῦ ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος οὐγὰρἐντῆ ἐπι θέσει τῶν ἐμῶν χειρῶν, ἀ λλ’ έν τῆ ἐπισκοπῆ τῶν πλουσιῶν σου οἰκτιρμῶν δίδοται χάρις τοῖς ἀξίοις σου ἵνα καὶοὖτος, πάσης ἁμαρτίας ἐκτὸς γενόμενος, ἐν τῆ φοβερᾶ ἡμέρα τῆς κρίσεώς σου ἀμέμπτως σοι παρα στῆ, καὶ τὸν μισθὸν τὸν ἀδιάψευστον τῆς σῆς ἐπαγγελίας κομίσηται. Σὺ γὰρ εἶ ὸ Θεὸς ὴμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῶ Πατρὶ καὶ τῶ Υὶῶ καὶ τῶ Ἁγίω Πνεώματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. ‘Αμήν.

Καὶ μετὰ τὸ ‘Αμήν, ἀνισταμένου τοῦ χειροτονουμένου ἐμφανίζει τοῦτον ὁ ‘Αρχιερεὺς τῶ λαῶ καὶ περιτίθησι τὸ Ὀράριον τὸν άριστερὸν αὐτοῦ ὦμον, λέγων ἐκφώνως «Ἄξιος»

Καὶ ψάλλεται τὸ «Ἄξιος» τρὶς παρὰ τῶν τοῦ Βήματος. Εἶτα ἐπιτίθησιν ὁ ‘Αρχιερεὺς ἑκατέρα χειρὶ τοῦ τὰ ἐπιμάνικα, λέγων ἐκφώνως «Ἄξιος»

Καὶ ψάλλεται τὸ «Ἄξιος» τρὶς παρὰ τοῦ α΄ χοροῦ.

[Εἶτα στρέφων ὁ ‘Αρχιερευς τὸν χειροτονηθέντα κατενώπιον τοῦ Λαοῦ, λέγει ἐκφώνως «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.» Καὶ χἀλλεται τρίς, ἅπαξ παρὰ τῶν ἐν τῶ Βήματι καὶ παρ΄ἑκατέρου τῶν χορῶν, «Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμὼν; Σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος].

Εἶταὁ ‘Αρχιερεὺςδίδωσιναύτῶἀγάπην, ἤτοιἀσπάζεταιαὐτὸνεἰςτὸμέτωπον, ὁδὲχειροτονούμενοςἀσπάζεταιτὴνχεῖρατοῦἈρ
χιερέως.

Εἶθ’ οὕτως συνεχίζεται ἡ θεία Λειτουργία.

Εἰς δὲ τὸν τῆς Μεταλήψεως καιρόν, πρῶτος τῶν ἄλλων Διακόνων ὁ χειροτονηθεὶς μετὲχει τῶν θείων Μυστηρίων, καὶ λέγει τὰ διακονικὰ εἰς τὸν τόπον αὐτῶν, ἤγουν τό, «Ὀρθοί Μεταλαβόντες...»

Ταῦτα δὲ γίνονται, ὅταν γίνηται Λειτουργία τελεία. ‘Επεὶ δὲ καὶ ἐν ταῖς Προηγιασμέναις γίνεται χειροτονία Διακόνου, ἰστέον ὅτι μετὰ τὸ ἀποτεθῆναι τὰ Προηγιασμένα ἐν τῆ ἁγία Τραπέζη, πρὶν εἰπεῖν τὸν Διἀκονον «Πληρώσωμεν τὴν δέησιν...», προσάγεται ὁ μέλλων χειροτονεῖσθαι, καὶ γίνεται ἡ τάξις τῆς Χειροτονίας, ὡς ἀνωτέρω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου