Δημοφιλείς αναρτήσεις

Πέμπτη, 30 Μαΐου 2013

ΠΟΙΑ ΕΙΝΑΙ ΤΑ ΠΡΑΓΜΑΤΙΚΑ ΜΕΛΗ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ

Ὁ ἅγ. Γρηγόριος ὁ Παλαμᾶς συγκεκριμένα ἐπί τοῦ θέματος ποῖα εἶναι τά αληθινά καί γνήσια μέλη τῆς Ἐκκλησίας ἀναφέρει τά ἑξῆς: «Ποῖος κλῆρος, ποία μερίς, τίς γνησιότης πρός τήν Χριστοῦ ἐκκλησίαν, τῷ συνηγόρῳ τοῦ ψεύδους, ἐκκλησίαν, ἥ “στύλος καί ἑδραίωμα τῆς ἀληθείας” κατά Παῦλόν ἐστιν, ἥ καί μένει χάριτι Χριστοῦ διηνεκῶς ἀσφαλής καί ἀκράδαντος, ἐστηριγμένη παγίως οἷς ἐπεστήρικται ἡ ἀλήθεια; Καί γάρ οἱ τῆς τοῦ Χριστοῦ ἐκκλησίας τῆς ἀληθείας εἰσί · καί οἱ μή τῆς ἀληθείας ὄντες οὐδέ τῆς τοῦ Χριστοῦ ἐκκλησίας εἰσί, καί τοσοῦτο μᾶλλον, ὅσον ἄν και σφῶν αὐτῶν καταψεύδοιντο, ποιμένας καί ἀρχιποίμενας ἱερούς ἑαυτούς καλοῦντες καί ὑπ’ ἀλλήλων καλούμενοι· μηδέ γάρ προσώποις τόν χριστιανισμόν, ἀλλ’ ἀληθείᾳ καί ἀκριβείᾳ πίστεως χαρακτηρίζεσθαι μεμυήμεθα» (Γρηγ. Παλαμᾶ Συγγράμματα, Π. Χρήστου, τόμος 2, σελ. 627 καί ΕΠΕ 3, 606). Ο δέ ὅσ. Θεόδωρος ὁ Στουδίτης ἐπί τοῦ ἰδίου θέματος ἀναφέρει ἐπίσης: «Διό ὑπομιμνήσκω ὡς ἐλάχιστος ἀδελφός καί τέκνον μή σιγήσωμεν ἵνα μή κραυγή Σοδόμων γενώμεθα· μή φεισώμεθα τῶν κάτω ἵνα μή ἀπολέσωμεν τά ἄνω· μή θῶμεν σκάνδαλον τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἥτις ἐστί καί ἐν τρισίν ὀρθοδόξοις ὁριζομένη κατά τούς ἁγίους· ἵνα μή τῇ ἀποφάσει τοῦ Κυρίου καταδικασθῶμεν». (Φατ. Ἐπιστ. 39, 114, 78).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου