Δημοφιλείς αναρτήσεις

Κυριακή, 29 Μαΐου 2016

ΕΥΧΗ λεγομένη μετά τήν ἀπόλυσιν τῆς ἀκολουθίας

ΕΥΧΗ

λεγομένη μετά τήν ἀπόλυσιν τῆς ἀκολουθίας 
διά τάς ἐν τῷ μεταξύ τῆς δοξολογίας
συμβαινούσας παρατροπάς τοῦ νοός.


Φιλάνθρωπε καί ἐλεῆμον Κύριε, ὁ ἀξιώσας με καί κατά τήν παροῦσαν ὥραν, στῆναι ἐνώπιόν σου εἰς προσευχήν καί δοξολογίαν τοῦ κράτους σου, συγχώρησόν μοι, ὅσα ἀπό παιδικῆς ἡλικίας ἐν πάσαις μου ταῖς αἰσθήσεσιν ἥμαρτόν σοι, πανοικτίρμον καί πολυεύσπλαγχνε ˙ συγχώρησόν δέ μοι καί τά ἀρτίως ἐπιγεγονότα μοι πταίσματα, ἐν τῷ τῆς προσευχῆς ταύτης καιρῷ διά μετεωρισμοῦ καί πλάνης καί ρεμβασμοῦ, διά λογισμῶν ὑψηλοφροσύνης καί κενοδοξίας, διά θυμοῦ, ὀργῆς καί μνησικακίας, διά τῆς ἀναιδοῦς καί μιαρᾶς βλασφημίας, δι᾿ ὀλιγωρίας καί ὄκνου καί ραθυμίας, δι᾿ αἰχμαλωσίας καί ἀπαγωγῆς τοῦ νοός καί τῆς διανοίας εἰς ἀτόπους καί πονηράς ἐπιθυμίας, ἵνα μή καυχήσηται σατάν ὁ ἐχθρός κατ᾿ ἐμοῦ, ὅτι οὐδ᾿ ἐν αὐτῷ τῷ καιρῷ τῆς ἐξομολογήσεως καί προσευχῆς μου ἀναμάρτητος διετηρήθην· δεῖξον οὖν, ὑπεράγαθε Κύριε, ὅτι σύ εἶ ὁ ἐξουσιάζων τοῦ σοῦ πλάσματος, καί σοῦ ἐστι τό κράτος καί ἡ βασιλεία εἰς τούς ἀπεράντους αἰῶνας. Ἀμήν.
Εὐχαί,
κατά το μέτρον τῶν εἰκοσιτεσσάρων ὡρῶν τοῦ νυχθημέρου,
 ἐπιγραφόμεναι Ἰωάννῃ τῷ Χρυσοστόμῳ.
Α΄. Κύριε, μή στερήσῃς με τῶν ἐπουρανίων σου καί αἰωνίων ἀγαθών.
Β΄. Κύριε, λύτρωσαί με τῶν αἰωνίων κολάσεων.
Γ΄. Κύριε, εἴτε λόγῳ εἴτε ἔργῳ εἴτε κατά νοῦν καί διάνοιαν ἥμαρτον, συγχώρησόν μοι.
Δ΄. Κύριε, λύτρωσαί με ἀπό πάσης ἀνάγκης καί ἀγνοίας καί λήθης καί ραθυμίας καί τῆς λιθώδους ἀναισθησίας.
Ε΄. Κύριε, λύτρωσαί με ἀπό παντός πειρασμοῦ καί ἐγκαταλείψεως.
Στ΄.Κύριε, φώτισον τήν καρδίαν μου, ἥν ἐσκότισεν ἡ πονηρά ἐπιθυμία.
Ζ΄. Κύριε, ἐγώ μέν ὡς ἄνθρωπος ἁμαρτάνω, σύ δέ ὡς Θεός ἐλέησόν με.
Η΄. Κύριε, ἴδε τήν ἀσθένειαν τῆς ψυχῆς μου, καί πέμψον τήν χάριν σου εἰς βοήθειάν μου, ἵνα ἐν ἐμοί δοξασθῇ τό ὄνομά σου τό ἅγιον.
Θ΄. Κύριε, Ἰησοῦ Χριστέ, ἔγγραψον τό ὄνομα τοῦ δούλου σου ἐν βίβλῳ ζωῆς, χαριζόμενός μοι καί τέλος ἀγαθόν.
Ι΄. Κύριε ὁ Θεός μου, οὐκ ἐποίησα οὐδέν ἀγαθόν· ἀλλ᾿ ἀρξαίμην ποτέ τῇ εὐσπλαγχνίᾳ σου.
ΙΑ΄. Κύριε, βρέξον εἰς τήν καρδίαν μου τήν δρόσον τῆς χάριτός σου.
ΙΒ΄. Κύριε, ὁ Θεός τοῦ οὐρανοῦ καί τῆς γῆς, μνήσθητί μου τοῦ ἁμαρτωλοῦ, τοῦ αἰσχροῦ, τοῦ πονηροῦ καί βεβήλου κατά τό μέγα ἔλεός σου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
ΙΓ΄. Κύριε, ἐν μετανοίᾳ με παράλαβε καί μή ἐγκαταλίπῃς με.
ΙΔ΄. Κύριε, μή εἰσενέγκῃς με εἰς πειρασμόν.
ΙΕ΄.Κύριε, δός μοι ἔννοιαν ἀγαθήν.
ΙΣ΄ Κύριε, δός μοι δάκρυον καί μνήμην θανάτου καί κατάνυξιν.
ΙΖ΄. Κύριε, δός μοι τῶν λογισμῶν μου ἐξαγόρευσιν.
ΙΗ΄ Κύριε, δός μοι ταπείνωσιν, ἐκκοπήν θελήματος καί ὑπακοήν.
ΙΘ΄. Κύριε, δός μοι ὑπομονήν, μακροθυμίαν καί πραότητα.
Κ΄. Κύριε, ἐμφύτευσον ἐν ἐμοί τήν ρίζαν τῶν ἀγαθῶν, τόν φόβον σου.
ΚΑ΄. Κύριε, ἀξίωσόν με ἀγαπᾶν σε ἐξ᾿ ὅλης μου τῆς ψυχῆς, καί τῆς διανοίας, καί τῆς καρδίας, καί τηρεῖν ἐν πᾶσι τό θέλημά σου.
ΚΒ΄. Κύριε, σκέπασόν με ἀπό τε ἀνθρώπων πονηρῶν, καί δαιμόνων καί παθῶν, καί ἀπό παντός μή προσήκοντος πράγματος.
ΚΓ΄. Κύριε, ὡς κελεύεις, Κύριε, ὡς γινώσκεις. Κύριε, ὡς βούλει· γενηθήτω τό θέλημά σου ἐν ἐμοί. ΚΔ΄. Κύριε, τό σόν θέλημα γενέσθω καί μή τό ἐμόν.
Πρεσβείαις καί ἱκεσίαις τῆς Παναγίας Θεοτόκου καί πάντων τῶν ἁγίων σου·
ὅτι εὐλογητός εἶ εἰς τούς αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου