Παρασκευή 5 Φεβρουαρίου 2016

Η ΠΟΡΤΑ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ




            Χριστιανός ἐστιν, μίμημα Χριστοῦ κατὰ τὸ δυνατὸν ἀνθρώπων, λόγοις, καὶ ἔργοις, καὶ ἐννοίᾳ εἰς τὴν ἁγίαν Τριάδα ὀρθῶς καὶ ἀμέμπτως πιστεύων. Θεοφιλής ἐστιν ὁ πάντων τῶν φυσικῶν καὶ ἀναμαρτήτων ἐν μετουσίᾳ ὑπάρχων· καὶ τῶν κατὰ δύναμιν ἀγαθῶν μὴ ἀμελῶν. Ἐγκρατής ἐστιν ὁ ἐν μέσῳ πειρασμῶν, καὶ παγίδων, καὶ θορύβων ἀπηλλαγμένου τρόπους πάσῃ δυνάμει μιμεῖσθαι φιλονεικῶν. Μοναχός ἐστιν τάξις καὶ κατάστασις ἀσωμάτων ἐν σώματι ὑλικῷ καὶ ῥυπαρῷ ἐπιτελουμένη. Μοναχός ἐστιν ὁ μόνον τῶν τοῦ Θεοῦ ἐχόμενος ὅρων καὶ λόγων, ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι. Μοναχός ἐστιν· βία φύσεως διηνεκὴς, καὶ φυλακὴ αἰσθήσεων ἀνελλιπής. 
          Μοναχός ἐστιν ἡγνισμένον σῶμα, καὶ κεκαθαρμένον στόμα, καὶ πεφωτισμένος νοῦς. Μοναχός ἐστιν κατώδυνος ψυχὴ ἐν διηνεκεῖ μνήμῃ θανάτου ἀδολεσχοῦσα, καὶ ὑπνώττουσα, καὶ γρηγοροῦσα. Ἀναχώρησις κόσμου ἐστὶν ἑκούσιον μῖσος ἐπαινουμένης ὕλης, καὶ ἄρνησις φύσεως δι᾿ ἐπιτυχίαν τῶν ὑπὲρ φύσιν. Πάντες οἱ τὰ τοῦ βίου προθύμως καταλιπόντες, πάντως ἢ διὰ τὴν μέλλουσαν βασιλείαν· ἢ διὰ πλῆθος ἁμαρτημάτων· ἢ διὰ τὴν εἰς Θεὸν ἀγάπην τοῦτο πεποιήκασιν. Εἰ δ᾿ οὐδεὶς τῶν προειρημένων σκοπῶν αὐτοῖς προηγήσατο, ἄλογος ἡ τούτων ἀναχώρησις καθέστηκε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου