Δημοφιλείς αναρτήσεις

Πέμπτη, 9 Ιουνίου 2016

Ο ΚΥΡΙΟΣ ΑΝΕΛΗΦΘΗ ΕΙΣ ΟΥΡΑΝΟΥΣ, ΙΝΑ ΠΕΜΨΗ ΤΟΝ ΠΑΡΑΚΛΗΤΟΝ ΤΩ ΚΟΣΜΩ



Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ, οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ· Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας·ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον.

Κύριε, τῇ σῇ, Ἀναλήψει, ἐξεπλάγησαν τὰ Θεόν, ἐπὶ Χερουβίμ, θεωρήσαντά σε τὸν νεφελῶν ἀνερχόμενον, τὸν ἐπ' αὐτῶν καθεζόμενον, καὶ δοξάζομέν σε, ὅτι χρηστόν τὸ ἔλεός σου, δόξα σοι.
Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν, προσκυνοῦμέν σου τὰ παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες, ἐλέησον ἡμᾶς. 

Κύριε, οἱ Ἀπόστολοι ὡς εἶδόν σε, ἐν νεφέλαις ἐπαιρόμενον, ὀδυρμοῖς δακρύων, ζωοδότα Χριστέ, κατηφείας πληρούμενοι, θρηνοῦντες ἔλεγον· Δέσποτα, μὴ ἐάσῃς ἡμᾶς ὀρφανούς, οὓς δι' οἶκτον ἠγάπησας δούλους σου, ὡς εὔσπλαγχνος, ἀλλ' ἀπόστειλον, ὡς ὑπέσχου ἡμῖν, τὸ πανάγιόν σου Πνεῦμα, φωταγωγοῦν τὰς ψυχὰς ἡμῶν.

Κύριε, τῆς οἰκονομίας πληρώσας τὸ μυστήριον, παραλαβὼν τοὺς σοὺς Μαθητάς, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἀνελάμβανες, καὶ ἰδού, τὸ στερέωμα τοῦ οὐρανοῦ παρῆλθες, ὁ δι' ἐμὲ πτωχεύσας κατ' ἐμέ, καὶ ἀναβάς· ὅθεν οὐκ ἐχωρίσθης, τὸ πανάγιόν σου Πνεῦμα ἐξαπόστειλον, φωτίζον τὰς ψυχὰς ἡμῶν. 

Τῶν κόλπων τῶν πατρικῶν μὴ χωρισθείς, γλυκύτατε Ἰησοῦ, καὶ τοῖς ἐπὶ γῆς ὡς ἄνθρωπος, συναναστραφείς, σήμερον ἀπ' ὄρους τῶν Ἐλαιῶν ἀνελήφθης ἐν δόξῃ, καὶ τὴν πεσοῦσαν φύσιν ἡμῶν συμπαθῶς ἀνυψώσας, τῷ Πατρὶ συνεκάθισας· ὅθεν αἱ οὐράνιαι τῶν ἀσωμάτων τάξεις, τὸ θαῦμα ἐκπληττόμεναι, ἐξίσταντο θάμβει, καὶ τρόμῳ συνεχόμεναι, τὴν σὴν φιλανθρωπίαν ἐμεγάλυνον. Μεθ' ὧν καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, τὴν πρὸς ἡμᾶς σου συγκατάβασιν, καὶ τὴν ἀφ' ἡμῶν Ἀνάληψιν δοξολογοῦντες, ἱκετεύομεν λέγοντες· ὁ τοὺς μαθητὰς καὶ τὴν τεκοῦσάν σε Θεοτόκον, χαρᾶς ἀπείρου πλήσας ἐν τῇ σῇ Ἀναλήψει, καὶ ἡμᾶς ἀξίωσον, τῶν ἐκλεκτῶν σου τῆς χαρᾶς, εὐχαῖς αὐτῶν, διὰ τὸ μέγα σου ἔλεος.

Ἐτέχθης ὡς αὐτὸς ἠθέλησας, ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης, ἔπαθες σαρκί, ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον, ἀνελήφθης ἐν δόξῃ, ὁ τὰ σύμπαντα πληρῶν, καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν σου τὴν Θεότητα.

Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως

Ἀναλαμβανομένου σου Χριστέ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν, αἱ δυνάμεις ὁρῶσαι ἑτέρα τῇ ἑτέρᾳ ἐβόων· Τίς ἐστιν οὗτος; καὶ φησὶ πρὸς αὐτάς· Οὗτός ἐστιν ὁ κραταιός καὶ δυνάστης, οὗτός ἐστιν ὁ δυνατὸς ἐν πολέμῳ, οὗτός ἐστιν ἀληθῶς ὁ Βασιλεὺς τῆς δόξης. Καὶ ἵνα τί αὐτοῦ ἐρυθρὰ τὰ ἱμάτια; Ἐκ Βοσὸρ ἥκει, ὅπερ ἐστί, τῆς σαρκός. Αὐτὸς δὲ ὡς Θεὸς ἐν δεξιᾷ καθίσας τῆς μεγαλωσύνης, ἀπέστειλας ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον ἵνα ὁδηγήσῃ, καὶ σώσῃ τὰς ψυχὰς ἡμῶν.

Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.

Ἀνελήφθης ἐν δόξῃ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν Χριστὲ ὁ Θεὸς ἐνώπιον τῶν σῶν Μαθητῶν, καὶ ἐκάθισας ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ τὰ σύμπαντα πληρῶν τῇ Θεότητι, καὶ ἀπέστειλας αὐτοῖς Πνεῦμα τὸ ἅγιον, τὸ φωτίζον, καὶ στηρίζον, καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, τοῦ ἀνυψῶσαι τὴν πεσοῦσαν εἰκόνα τοῦ Ἀδάμ, καὶ ἀποστεῖλαι Πνεῦμα Παράκλητον, τοῦ ἁγιάσαι τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου