Δημοφιλείς αναρτήσεις

Τρίτη, 14 Ιουνίου 2016

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΜΑΡΚΟΥ ΕΥΓΕΝΙΚΟΥ ΠΟΙΗΘΕΙΣΑ ΥΠΟ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ



ΑΚΟΛΟΥΘΙΑ

Τοῦ ἐν ῾Αγίοις Πατρός ἡμῶν

ΜΑΡΚΟΥ

᾽Αρχιεπισκόπου ᾽Εφέσου τοῦ Εὐγενικοῦ

Ἥτις
ποιηθεῖσα μέν ὑπό Νικοδήμου τοῦ ᾽Αθωνίτου, ἐπιθεωρηθεῖσα δέ ὑπό Ν. Λογάδου,
νῦν πρῶτον Τύποις ἐκδίδοται παρά τοῦ Πανοσιωτάτου ᾽Αρχιμανδρίτου, κυρίου Σαμουήλ τοῦ ῾Αγιοταφίτου.
᾽Αδεία τοῦ Παναγιωτάτου καί Σοφωτάτου Οἰκουμενικοῦ Πατριάρχου κυρίου κυρίου ΚΩΝΣΤΑΝΤΙΟΥ, τοῦ Βυζαντίου.





᾽Εν τῶ τῆς Κωνσταντινουπόλεως Πατριαρχικῶ Τυπογραφείω
1834





ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ ΙΘ'
Μνήμην ἐπιτελοῦμεν τοῦ ἐν ἁγίοις Πατρός ἡμῶν
Μάρκου ᾽Αρχιεπισκόπου ᾽Εφέσου τοῦ Εὐγενικοῦ.

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

῾Εσπέρας, ἐν τῷ μικρῶ ἑσπερινῶ ἱστῶμεν στίχους δ'
καί ψάλλομεν στιχηρά προσόμοια.

Ἠχος β'. ῞Οτε ἐκ τοῦ ξύλου σε νεκρόν.
῞Οτε πρός ἀγῶνας ἀνδρικῶς, τούς ἀσκητικούς Μάρκε μάκαρ, χαίρων ἐχώρησας, καί σαρκός καί αἵματος ὤφθης ἀνώτερος, καί Θεῶ μόνω ἥνωσας, σαυτόν θεῖε Πάτερ, διά καθαρότητος καί ἐκτενοῦς προσευχῆς τότε Θεοφόρος ἐγένου, καί προεχαλκεύθης ὡς ξίφος, ἵνα Δυτικῶν συγκόψης φάλαγγας.
῞Οτε ἐπινεύσει Θεϊκῆ, εἰς τόν τῆς ᾽Εφέσου προέβης, θρόνον ἀοίδιμε, καί Δύσιν κατέλαβες ὑπέρ ἑνώσεως, καί προσθήκης διήλεγχες, τήν ἐν τῶ Συμβόλω τότε οἱ ἀκούοντες σοφίας λόγων σου, ταῦτα πρός ἀλλήλους ἐβόων, ὄντως διά στόματος τούτου, φθέγγεται τό Πνεῦμα τό πανάγιον.
῞Οτε ἐπειθάρχησαν κακῶς, καί ψευδοῦς ἑνώσεως ὅρω, πάντες ὑπέγραψαν, σύ δέ οὐκ ἐνέδωκας Μάρκε Θεόσοφε, ἀλλ' ἀντέσχες στερρότατα, ὁ μόνος πρός πάντας τότε ὁ μεγάλαυχος Πάπας Εὐγένιος, λύπη ἐν μεγίστη καί στένων, καί ἐν ἀπογνώσει τελεία, οὐδέν ἐποιήσαμεν, ἐβόησεν.
῞Οτε ἐκοιμήθης ἱερῶς, τόν ἁγίοις πρέποντα ὕπνον, Μάρκε ἀοίδιμε, τότε Θεολόγων σε δῆμοι προέπεμψαν, ὡς αὐτῶν στερρόν πρόμαχον, καί πάντων ᾽Αγγέλων τάγματα ἐκρότησαν ἐν τῆ ἀνόδω σου, τότε καί Τριάς ἡ ἁγία, ὑπέρ ἧς στερρῶς ἠγωνίσω, δόξης σε στεφάνοις ἐστεφάνωσε.
Δόξα. ἧχος α'
Χρεωστικῶς ἐκτελοῦμεν τήν μνήμην σου, Μάρκε παναοίδιμε, τῆς ἀκραιφνοῦς τῶν πατέρων δόξης ὑπέρμαχε ἀπροσμάχητε, καί πάντων ᾽Ορθοδόξων τερπνόν ἀγαλλίαμα τῆς γάρ θείας πίστεως, τοῖς παραχαράκταις Λατίνοις λυμαινομένης, τῆ κιβδηλεύσει τοῦ θειοτάτου Συμβόλου καί πάντων ἁπλῶς τῶν ἡμετέρων, τήν κακοδοξίαν τῆς Δύσεως παραδεξαμένων, σύ μόνος ὤφθης ἀνένδοτος, ὦ πρᾶγμα ξενήκουστον, ταῖς παρά τῶν ἐναντίων ἐπιφοραῖς, καί μόνος τήν Παπικήν τιάραν κατεπάτησας. Διό σε προστάτην ἄμαχον τῆς ᾽Ορθοδοξίας μονώτατον γινώσκοντες, εὐεργέτην ἐπιγραφόμενοι, εἰς τούς αἰῶνας μελωδικῶς σέ γεραίρομεν.
Καί νῦν, Θεοτοκίον.
Εἰς τά ἀπόστιχα, ἦχος β΄, Οἷκος τοῦ Εὐφραθᾶ.

῞Αρμα τῆς παντουργοῦ, χάριτος ἀνεδείχθης, καί οἶκος τῆς Τριάδος, τερπνός καί ὡραῖος, Πατρός, Υἱοῦ καί Πνεύματος.
Στίχ. Τό στόμα μου λαλήσει σοφίαν.
Μάχαιρα τμητική, καί πέλεκυς ἀμφήκης, ἐγένου θεῖε Μάρκε, φυτά Λατίνων πλάνης, ἐκτέμνων θεία χάριτι.
Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν.
Χάριτας προσφωνεῖ, σοί Μάρκε ᾽Ορθοδόξων, ἅπασα ᾽Εκκλησία, ὀρθοδοξεῖν πεισθεῖσα, ἐκ σοῦ ᾽Ορθοδοξότατε.
Δόξα καί νῦν, Θεοτοκίον.
Δέσποινα ἀγαθή, ἅμα τῶ θείω Μάρκω, καί πᾶσι τοῖς ἁγίοις, τόν σόν Υἱόν δυσώπει, σωθῆναι τούς ὑμνοῦντάς σε.

᾽Απολυτίκιον θείας πίστεως, ἦχος γ'.
Θείας πίστεως ὁμολογία, μέγαν εὕρατο ἡ ᾽Εκκλησία, ζηλωτήν σέ θεῖε Μάρκε πανεύφημε, ὑπερμαχοῦντα πατρώου φρονήματος, καί καθαιροῦντα τοῦ σκότους ὑψώματα. ῞Οθεν ἄφεσιν, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τοῖς σέ γεραίρουσι.
Καί νῦν — Σέ τήν μεσιτεύσασαν.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

᾽Εν δέ τῶ μεγάλω Ἑσπερινῶ, ἐν τῆ ᾽Αγρυπνία, μετά τόν προοιμιακόν, στιχολογοῦμεν τό, Μακάριος ἀνήρ. Εἰς δέ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους η' καί ψάλλομεν στιχηρά προσόμοια.

Ἦχος δ'. ῾Ως γενναῖον ἐν μάρτυσιν.
Τόν πυρίπνοον ρήτορα, Θεολόγον τόν ἄριστον, στύλον τόν ἀκράδαντον, θείας πίστεως, ὀρθοδοξίας μονώτατον, πρόμαχον, καί φύλακα, ὁπλοθήκην τήν καινήν, τῶν δογμάτων τοῦ Πνεύματος, Δεῦτε σήμερον, τόν ἀοίδιμον Μάρκον ἡ καθόλου, ᾽Ορθοδόξων ῎Εκκλησία, μελωδικῶς εὐφημήσωμεν.
᾽Αστραπή ἡ τοῦ Πνεύματος, ἡ βροντή ἡ τῆς χάριτος, οὐρανός ὁ πάγχρυσος ἐξηγούμενος, ὀρθοδοξίας τά δόγματα, φωστήρ ὁ λαμπρότατος, ᾽Εκκλησίας τοῦ Χριστοῦ, ᾽Ιωάννης ὁ δεύτερος ἐπιστήθιος, οὗ καί θρόνον ἐκόσμει τῆς ῎Εφέσου παρά πάντων εὐφημείσθω, Μάρκος ὁ θεῖος ἐν ἄσμασιν.
Δανιήλ μέν τό πρότερον, Θεοσόφω τεχνάσματι, δράκοντα διέρρηξε Βαβυλώνιον, σύ δέ ὦ Μάρκε τοῖς λόγοις σου, τόν Ρώμης Εὐγένιον, ᾽Ιταλίας τόν δεινόν, καταβέβληκας δράκοντα, λυμαινόμενον, τῆ προσθήκη τήν πίστιν τῶν Πατέρων, καί Χριστοῦ τήν ᾽Εκκλησίαν, τῆς αὐτοῦ λύμης διέσωσας.

Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις μελωδικοῖς ἅσμασιν, ἐπαινέσωμεν τόν θεῖον Μάρκον, ρήτορα ρητόρων τόν ἔνθεον; καί τόν δημηγόρον τῆς χάριτος; λιγυράν φωνήν τῆς ᾽Εκκλησίας; τό στόμα, τῆς εὐσεβείας τό θεσπέσιον; τά χείλη, τά οὐρανόβροντα τῆς πίστεως; γλῶσσαν τήν ἔκδικον δόξης, ὀρθῆς τῶν Πατέρων; ὑφ ἧς ἄφωνοι καί πρηνεῖς, εἰς γῆν κατεβλήθησαν, οἱ τῆς Δύσεως ὡς ἐμβρόντητοι.
Ποίοις νικητικοῖς ἄνθεσι, στεφανώσωμεν τόν θεῖον Μάρκον; τῆς ὀρθοδοξίας τόν πρόμαχον; καί κακοδοξίας ἀντίμαχον; τόν λαμπρὁν Χριστοῦ τρισαριστέα; τόν πύργον, ὀρθῶν δογμάτων τόν ἀκλόνητον; τόν μέγαν, παγκρατιάρχην τόν ἀήττητον; τόν ἀληθῆ μονομάχον, ᾽Ορθοδόξων πάντων; τόν δι' οὗ ὀφρῦν Δυτικῶν, Χριστός καταβέβληκεν, ὁ ἔχων τό μέγα ἔλεος.
Ποίοις ῾Ιεραρχῶν στέμμασιν, ἀναδήσωμεν τόν θεῖον Μάρκον, τῆς ᾽Εφέσου πρώην τόν πρόεδρον, νῦν δέ οἰκουμένης Διδάσκαλον; τοποτηρητήν ἑώας θρόνων; τόν μέγαν. ᾽Αρχιερέα τε ιβαί ὅσιον, προβάτων, τῶν λογικῶν ποιμένα ἄριστον; τόν μιμητήν τοῦ Δεσπότου; τόν ψυχήν τήν ἰδίαν ἐκτιθέντα ὑπέρ αὐτῶν, καί πᾶσιν αἰτούμενον, ἱλασμόν καί μέγα ἔλεος.
Δόξα ἦχος πλάγιος β'
Σήμερον ἀνέτειλεν ἐν τῶ στερεώματι τῆς ᾽Εκκλησίας, ἡ σεβάσμιος πανήγυρις τοῦ ῾Ιεράρχου καί τῆς ὀρθοδοξίας ἡμῶν προμάχου καί φύλακος. Δεῦτε οὖν φιλέορτοι πάντες, τά χαριστήρια τούτω προσάγοντες, ἐν φωναῖς ἀλαλαγμοῦ, τήν μνήμην αὐτοῦ ἑορτάσωμεν, λέγοντες, Χαίροις Μάρκε ἀοίδιμε, τῆς ἑώας φωστήρ ὁ λαμπρότατος, καί τῆς δύσεως πρηστήρ φλογερώτατος. Χαίροις τῶν ᾽Ορθοδόξων ἡμῶν τό μέγα ἐκνίκημα, καί τῶν κακοδόξων Λατίνων τό παντέλειον ἥττημα, Χαίροις ὁ ὑπέρ τῆς δόξης τῶν πατέρων, μυρίους πόνους καταβαλόμενος, καί πρός τήν αἵρεσιν μέχρις αἵματος ἀνταγωνισάμενος. Αἴτησαι πρεσβείαις σου, ἀσαλεύτους ἡμᾶς ἐν τῆ πίστει τηρηθῆναι, καί σωθῆναι τάς ψυχάς ἡμῶν.
Καί νῦν. Τίς μή μακαρίσει.

ΕΙΤΑ ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ

Γενέσεως τό ἀνάγνωσμα. ᾽Ακούσας ῞Αβραμ ὅτι ἠχμαλώτευται Λώτ ὁ ἀδελφιδ. Παροιμιῶν, τό ἀνάγνωσμα, Μνήμη δικαίου μετ ἐγκωμίου. Σοφίας Σολομῶντος, ᾽Εγκωμιαζομένου δικαίου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ.  Ἦχος α'.

Εὐφραίνου ἐν Κυρίω πόλις ἡ Κωνσταντίνου, ἡ γόνον ἐνέγκασα, πάντας διενεγκόντα, Μάρκον τόν ἀοίδιμον, ἑώας τόν ἀήττητον ἀριστέα, ἄριστα καί λαμπρῶς, τόν ὕψιστον Πάπαν καθελόντα, τῆ δυνάμει τοῦ Πνεύματος. ᾽Ανάλαβε τῶν ἀσμάτων, τήν λιγύφθογγον κιννύραν, καί μέλπε τόν αἰσχύναντα τῶν Λατίνων τά στίφη, περικροτοῦσα φαιδρῶς τούτου σήμερον, τήν μνήμην τήν ἔνδοξον.
῾Ο αὐτός.
῾Ως μέγα ὑπάρχει σου τό κατόρθωμα, ἁγιώτατε Μάρκε ὡς θαυμαστή σου καί ξενήκουστος ἡ ἔνστασις, τῶν γάρ ἡμετέρων, τῶν μέν βία, τῶν δέ πειθοῖ, ἁπλῶς ἁπαξαπάντων, τῆ τῆς πίστεως ὑπαχθέντων καινοτομία, σύ μόνος καρτερόψυχε, ὑπέρ τῆς πατρώας δόξης μέχρι τέλους ἀντέσχες πρός ἅπαντας, Λατίνους τε φημί καί Λατινόφρονας. Καί γάρ τούς ὀφείλοντάς σοι συμμαχεῖν ὡς ἀδελφούς, πολεμίους ἔσχες, καί δεινῶς ἀντιβαίνοντας. Διά τοῦτο ἀπό ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, αἰνετόν τό ὄνομά σου ῾Ιεράρχα πανθαύμαστε, ὡς μόνου σου τήν τοῦ Μονογενοῦς θεολογίαν ἀπαράτρωτον φυλάξαντος. Διό καί νῦν παρρησίαν πρός αὐτόν κεκτημένος, δεόμεθα, πρέσβευε ὑπέρ τοῦ φυλάττεσθαι ἡμᾶς ἀτρώτους ἐκ παντοίας αἱρέσεως.
Ἦχος δ'
Τῶν ᾽Ορθοδόξων τά συστήματα, χρεωστικῶς σε μακαρίζει Μάρκε τῆς ᾽Εφέσου πρόεδρε, ὡς εὐσεβείας στύλον στερεόν, καί πρόμαχον ἀήττητον. Σύ γάρ ἐν Φερράρα καί Φλωρεντία, ἀναφανδόν ἐξήλεγξας τῶν κακοδόξων ᾽Ιταλῶν, τήν ἀντίχριστον καινοτομίαν τῆς θείας πίστεως, Πνευματομάχους τοῖς πᾶσι γνωρίσας, ὡς τήν μοναρχίαν τῆς Θεὁτητος, εἰς δυαρχίαν τέμνοντας. Γρηγόριον δέ καί Βησσαρίωνα, ὡς Παπολάτρας ἀναφανέντας καί ἀλλοτριόφρονας, πανταχοῦ ὡς μιξόθηρας στηλιτεύσας, τήν ὀρθόδοξον πίστιν σαλευομένην ἐκράτυνας. ῞Ην καί ἡμᾶς διαφυλάττειν μέχρι τέλους ἀπαράτρωτον, πρέσβευε Χριστῶ τῶ Θεῶ, ὡς ἔχων πρὁς αὐτόν παρρησίαν πολλήν, πάτερ ἁγιώτατε.
Δὸξα ἦχος πλάγιος β'.
᾽Αδαμάντινε τήν ψυχήν, Μάρκε παναοίδιμε, φωστήρ διαυγέστατε, τοῦ νοητοῦ τῆς ᾽Εκκλησίας στερεώματος, στύλε ἀπερίτρεπτε τῆς εὐσεβείας, τίς σου κατ ἀξίαν δυνήσεται παραστῆναι τούς ἡρωϊκούς ἀγῶνας τούς τε πρός τούς ἀλλοτρίους, ναί μήν καί τούς οἰκείους τῆς πίστεως μεθ' ὧν ἀνδρικώτατα συμπλεκόμενος, τῆ δυνάμει τοῦ Πνεύματος, τό ὑπερθαύμαστον τῆς νίκης κατά πάντων ἀνέστησας τρόπαιον, ὡς ἡ ἐκ τοῦ Παπικοῦ στόματος, προελθοῦσα ἀπόφασις τρανῶς ἐμαρτύρησε λέγουσα. ᾽Εποιήσαμεν οὐδέν, πάντως οὐδείς. ῞Ως νέον δέ Ζοροβάβελ σέ κηρύττομεν, ὅτι τήν ἐν ᾽Ιταλία πεπτωκυῖάν πως ὀρθόδοξον ἡμῶν πίστιν, οἴκαδε ἐπιστρέψας ἀνώρθωσας, καί ἁπανταχοῦ, ταῖς θεοσόφοις σου διδασκαλίαις συνέστησας. Διό καί εἰς αἰῶνας, εὐφημοῦμεν τήν ἔνδοξον μνήμην σου.
Καί νῦν. Θεοτόκε σύ εἶ ἡ ἅμπελος.

Εἰς τόν στίχον προσόμοια. Χαίροις ἀσκητικῶν
Χαίροις ὁ ῾Ιερώτατος νοῦς, Θεολογίας ὁ κανών ὁ εὐθύτατος, Τριάδος τῆς ὑπερθέου, ὁ συντηρήσας καλῶς, ἀσυγχύτους θείας ἰδιότητας, Πατρός μέν τό αἴτιον, μόνον εἶναι Θεότητος αἰτιατόν δέ, τοῦ Υἱοῦ καί τοῦ Πνεύματος, θείοις δόγμασι, Θεολόγων ἑπόμενος τό αἰτιατοαίτιον, ὁ πόρρω βαλλόμενος, ὡς σύγχυσιν ἐπεισάγων καί σμῆνος ἄλλων αἱρέσεων, Χριστόν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τό μέγα ἔλεος.
Στιχ. Τό στόμα μου λαλήσει σοφίαν.
Χαίροις ὁ ῾Ιερός γραμματεύς, τῆς ὑψηλῆς θεοσοφίας τῆς χάριτος, τό στόμα τῶν Θεολόγων, τῆς ῎Εκκλησίας Χριστοῦ, ὁ μέγιστος γίγας καί ἀήττητος, ᾽Εφέσου τό καύχημα, Ζοροβάβελ ὁ δεύτερος, ὁ ἀναστήσας τό ὀρθόδοξον φρόνημα, ὅ κατέπεσεν, ἐν τῆ Δύσει τό πρότερον. ῎Ανθρωπε ἐπουράνιε, ἐπίγειε ἄγγελε, τῶν ᾽Ορθοδόξων ἡ δόξα, σκεῦος χαρίτων τοῦ Πνεύματος, Χριστόν μή ἐλλίπης, ἱκετεύειν ὑπέρ πάντων τῶν εὐφημούντων σε.
Στίχ. Στόμα δικαίου ἀποστάζει σοφίαν,
χείλη δέ ὰνδρῶν ἐπίστανται.
Χαίροις ῾Ιεραρχῶν καλλονή, τῶν ἀσκητῶν περιφανές σεμνολόγημα ὅ πράξει καί θεωρία, κεκοσμημένος λαμπρῶς, ἀρετῶν τῶν θείων τό θησαύρισμα῾ πραότητος σκήνωμα, προσευχῆς ἰργαστήριον, τῆς ἀεννάου, τῆς σοφίας κειμήλιον, ταπεινώσεως, τό τερπνόν ἐνδιαίτημα῟ ἥλιε διακρίσεως εἰρήνης τό,τέμενος διπλῆς ἀγάπης ὁ οἷκος, τῆς πρός Θεόν καί τόν ἔγγιστα, Χριστόν ἐκδυσώπει, τοῦ δωρήσασθαι τῷ κόσμω τό μέγα ἔλεος.
Δόξα Ἦχος δ'.
Δεῦτε οἱ ᾽Ορθόδοξοι πάντες, καί εὐσεβείας ζηλωταί, δεῦτε καί θεάσασθε τοῦ θείου Μάρκου, πάλην καί νίκην ξενήκουστον, τούς ὅρους ὑπερβαίνουσαν, τῆς ἀνθρωπίνης δυνάμεως. ῟Ω τοῦ θαύματος εἷς ἀνήρ μονώτατος τήν πανοπλίαν ἐνδεδυμένος, τοῦ ὀρθοδόξου φρονήματος ἐν τῆ καρδία, ἵσταται τῆς ᾽Ιταλίας, ᾽Ιουλιανόν καί ᾽Ιωάννην καί πάντσς τούς ἐναντίους, ἀλλοτρίους τε καί τούς ἡμετέρους γενναίως ἐλέγχων, καί κατά κράτος νικῶν. ῎Οντως αὕτη ἐστίν ἡ νίκη ἡ τόν κόσμον νικήσασα, ἡ ὀρθόδοξος πίστις ἡμῶν, καί σύν αὐτῆ καί κατ αὐτήν πιστευόμενος Χριστός ὁ Θεός καί σωτήρ τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. ᾽Εκ παντοίων.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κάθισμα, Μετά τήν α' στιχολογίαν.
Τόν τάφον σου Σωτήρ.
Πυξίον μυστικόν, καί θεόγραφον πλάκα, καί Βίβλον νοητήν σέ κηρύττομεν Μάρκε, ἐν αἷς ἀναγινώσκομεν τό τῆς Πίστεως σύμβολον ἀπαράτρωτον καί τήν Λατίνων προσθήκην, ἀποβάλλομεν, τῶν ᾽Ορθοδόξων οἱ δῆμοι, οἱ σέ μακαρίζοντες.
Δόξα, τὁ αὐτὁ. Καί νῦν, Θεοτοκίον.
Μαρία ἡ τάς τρεῖς, ἀνηκούστους ἑνώσεις, ἑνώσασα φρικτῶς, παρθενίειν καί τόκον, Θεόν καί τόν ἄνθρωπον, πίστιν τε καί πιστεύουσαν, τοῖς ξενίζουσι τούτοις, καρδίαν ἀνθρώπου ἡμᾶς ἕνωσον, τῆ τοῦ Υἱοῦ σου ἀγάπη, καί σῶσον πανύμνητε.
Μετά τήν β' στιχολ. Κατεπλάγη ᾽Ιωσήφ.
Κατεπλάγησαν ὁμοῦ, πάντες οἱ Δύσεως σοφοί, καί ἑώας τήν ἰσχύν, τῶν διαλέξεων τῶν σῶν, παρισταμένου.ἐν μέσω τοῦ συνεδρίου, ὅπως ἐξ ἑτοίμου πρός ἅπαντας, ἐδίδου ἀποκρίσεις, Θεόσοφε, ἐξ ὁπλοθήκης θείας τῶν Πατέρων, καί Γραφικῶν παραστάσεων δι ὦν τήν τούτων, ἔξω σοφίαν, ἔδειξας μωρανθεῖσαν.
Δόξα. Τό αὐτό. Καί νῦν· Θεοτοκίον.
᾽Απειρόγαμε ἁγνή, πῶς συλλαμβάνεις ἐν γαστρί, τόν ἁπάντων τήν πνοήν, περικρατοῦντα ἐν χερσί, φράσον ἡμῖν τόν λόγον τοῦ μυστηρίου σου. Πανάληθές ἐστι, τοῦτο ὦ ἄνθρωπε καί παῦσαι ἐρευνῶν τό δυσθεώρητον, ὕψος καί βάθος, μῆκος καί πλάτος, τῆς ἀπορρήτου λοχείας μου. Νικᾶ γάρ ὄντως, ἔννοιαν πᾶσαν, ἀνθρώπων τε καί ᾽Αγγέλων.
Μετά τόν πολυέλ. Τήν σοφίαν καί λὁγον.
῾Η τοῦ Πνεύματος χάρις τοῦ Παντουργοῦ, καθαρώτατον σκεῦος καί ἱερόν, εὑροῦσα σε θεόσοφε, ἐξεχύθη σοῖς χείλεσι καί ὄργανον εἰργάσατο πληρῶσαι ἅ ὥρισε, καί ᾽Εκκλησίαν πᾶσαν, θανεῖν κινδυνεύουσαν, τῆ κακοδοξία, τῶν Λατίνων ζωῶσαι. Δι' ὅ οἱ ᾽Ορθόδοξοι, ὡς ζωήν οἰκουμένης σε, εὐφημοῦντες κραυγάζομεν. Πρέσβευε Χριστῶ τῶ Θεῶ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐν πίστει τιμῶσι τήν ἁγίαν μνήμην σου.
Δόξα, Τό αὐτό Καί νῦν. Θεστοκίον.
῾Ηλιόμορφον ἅρμα τό τοῦ Δαυίδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομών, τόμος Θεοχάρακτος, ᾽Ησαῖου εἰκών ἔμψυχος, σκηνή τοῦ Μωῦσέως καί τεῖχος ἀδάμαντος, σύ τοῦ ᾽Αμώς ὑπάρχεις, λυχνία χρυσήλατος ἡ τοῦ Ζαχαρίου, Δανιήλ τε τό ὄρος, πυξίον κροκόλευκον, ᾽Αββακούμ, καί τό ἔξοχον προφητῶν περιήχημα, πρέσβευε τῶ σῶ Υἱῶ καί Θεῶ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τόν πανάγιον τόκον σου.
Οἱ ᾽Αναβαθμοί. τό α'. ἀντίφωνον τοῦ δ'. ἤχου.
Τὸ προκείμενον. Τό στόμα μου λαλήσει σοφίαν, καί ἡ μελ. Στίχ.
᾽Ακούσατε ταῦτα πάντα τά ἔθνη. εἷτα μετά τό ἐλέησὁν με, ὁ Θεὸς, λέγε τό παρόν.
Ἦχος πλάγιος β'.
Τῆς ἐμπαθοῦς δυάδος ὑπεραρθείς καί τῆς ὑλικῆς τετράδος ἤδη λυθείς, τῆς ἐν μονάδι τριάδος, καί ἐν τριάδι μονάδος, σύ τριαδικός καί μοναδικός, ἐπόπτης γέγονας ἄμεσος, καί τῆ τῶν πρωτοτόκων συναυλιζόμενος πανηγύρει, τῶν ἐν οὐρανοῖς ἀπογεγραμμένων, πρέσβευε ὑπέρ ἡμῶν, πάτερ ἁγιώτατε.

῾Ο Κανών τῆς Θεοτόκου εἰς στ΄ καί τοῦ ἁγίου οἱ β' εἰς η'

α'. Κανών. Ἦχος δ'. ᾽Ανοίξω τό στόμα μου. Οὖ ἡ ἀκροστιχίς.

Μάρκον γεραίρω, ὀρθοδοξίας στύλον. ὠδή α'. Μονάς τρισυπόστατε, Πάτερ, Υἱέ, Πνεῦμα ἅγιον, Θεέ ὑπερούσιε, χάριν μοι δώρησαι, τοῦ ὑμνῆσαί σου, τόν θεῖον ῾Ιεράρχην, τόν σέ ἀληθέστατα θεολογήσαντα.
᾽Ανοίξας τό στόμα σου, μέσον Φερράρας θεόσοφε, ἐδείχθης τῆς πίστεως γενναῖος πρόμαχος, τήν ἀντίθεον προσθήκην τῶν Λατίνων, ἐλέγξας σοφώτατα, λόγοις καί γράμμασι.
Ρήτωρ, μεγαλόφωνος, σύ γεγονώς τῆς Θεότητος, τό Πνεῦμα τό ἅγιον ἐθεολόγησας, ἐκπορεύεσθαι, ἐκ τοῦ Πατρός καί μόνου, πατέρων ἑπόμενος, τοῖς θείοις δόγμασιν.
Θεοτοκίον.
Κυρίως σε Δέσποιναν, καί Θεοτόκον κηρύττομεν, Θεόν γάρ ἐγέννησας κατά ἀλήθειαν, γνωριζόμενον, μιᾶ ἐν ὑποστάσει, καί δύο ἐν φύσεσιν, ἁγνή πανάμωμε.
῞Ετερος. πλάγ. δ'. ῾Αρματηλἀτην Φαραώ.
Τό μελουργόν τοῦ Παρακλήτου ὄργανον, ἡ λιγυρά καί τερπνή, πάγχορδος κιθάρα, τῆς ἐνθέου γνώσεως, κιννύρα θεοκρότητε, ὀρθοδόξων δογμάτων, ἡ τούς πιστούς καταθέλγουσα, ἔμπνευσόν μοι λόγον ὑμνοῦντί σε.
῾Ο ποταμός θεολογίας σήμερον, ἐκ τῆς ᾽Εδέμ πλημμυρεῖ, καί εἰς ἀρχάς κόσμου, τέτταρας μερίζεται, εὐφραίνων τοῖς ὁρμήμασι, τήν Χριστοῦ ᾽Εκκλησίαν, δεῦτε ἀντλήσατε ἄνθρωποι, τούτου τά ζωήρρυτα νάματα.
Ναός Θεοῦ ἡγιασμένος γέγονας, Μάρκε θεόσοφε, τήν καρδίαν ἔχων, ὡς ἁγίαν τράπεζαν, τόν νοῦν ὡς ῾Ιερέα δέ, τήν δέ θέλησιν πάτερ, ὡς ἱερεῖον ἀμώμητον, τοῦ πιστοῦ λαοῦ προθυόμενον.
Θεοτοκίον.
Εὐκλεεστάτη Βασιλίς γεγένησαι, τόν Βασιλέα Χριστόν, οὗ ἡ βασιλεία, βασιλεία πέφυκε, πάντων αἰώνων ἄχραντε, ἐκ πατρός Βασιλέως, ὡς ἀϊδίου ἐκλάμψαντος, ἐν ταῖς σαῖς ἀγκάλαις βαστάσασα.
Καταβασία. Χέρσον ἀβυσσοτόκον
ὠδή γ. Τούς σούς ὑμνολὁγους.
᾽Ορθαῖς ἀποδείξεων ἐφόδοις, Λατίνους ὡς ᾽Ακινδυνιστάς, γενναίως ἐστηλίτευσας, καί, μή ταυτόν ἐδίδαξας, οὐσίαν καί ἐνέργειαν, ἐπί Θεοῦ εἶναι πάνσοφε.
Νοήσας καλῶς τούς Θεολόγους, ὡς ἄριστος τούτων μαθητής, τήν μέν θείαν ἐνέργειαν, μετέχεσθαι τοῖς κτίσμασι, τήν φύσιν δέ ἀμέθεκτον, μένειν ὀρθῶς ἐδογμάτισας.
Γραφῶν παραστάσεσι γενναίαις, τήν χάριν τοῦ Πνεύματος σοφέ, μερίζεσθαι ἀπέδειξας, καί Πνεῦμα ὀνομάζεσθαι, φύσιν δέ καί ὑπόστασιν, τούτου μηδόλως μερίζεσθαι.
Θεοτοκίον.
᾽Εγέννησας κόρη ἀνωδίνως, ἀκόπως ἐβάστασας ἁγνή, ἀσπόρως δέ συνέλαβες, Θεόν τόν ὑπερούσιον, ὦ τέρατα παράδοξα τίς νοῦς βροτῶν οὐκ ἐξίσταται;
ἄλλος. Οὐρανίας ἀψίδος.
῾Υφ' ὁσίων τιμᾶσθαι, σέ θεμιτόν ὅσιε, ὑπό Θεολόγων, ὡς Θεοῦ Θεολόγον ἀκρώτατον, διερμηνεύοντα, θεολογίας τάς τούτων, θεολόγω γλώττη σου, καί νῶ θεόφρονι.
Γίγας ὥσπερ γενναῖος, δραμεῖν ὁδόν ἔχαιρες, ἀπ᾽ἄκρου οὐρανοῦ ἕως ἄκρου τῆς Δύσεως, ἐν παραστήματι, γιγαντιαίω τῶν λόγων, κρατύνων τῆς πίστεως τά θεῖα δόγματα. Εὐγενείας τό ἄκρον, πεπλουτηκώς ἄωτον.
Εὐγενικός Μάρκος φερωνύμως ἐκλήθης μακάριε, ὅπερ γεγένησαι, πρώην κληθείς καταλλήλω, ἤ ὅπερ προκέκλησαι, γεγονώς ὕστερον.
Θεοτοκίον
Νύμφη ὤφθης ὡραία, Θεοῦ Πατρός ἄχραντε, τοῦ Υἱοῦ δέ μήτηρ, καί θυγάτηρ τοῦ Πνεύματος πάγκαλλος κατοικητήριον, τῆς ἀρχιφώτου Τριάδος, ὅλης τῆς Θεότητος ἔμψυχον τέμενος.
Κάθισμα. Τήν σοφίαν καί λόγον.
Τούς λειμῶνας τῶν θείων Μάρκε γραφῶν, καί Πατέρων ἁγίων τῶν συγγραφῶν, σοφῶς περιενόστησας, φιλεργός ὥσπερ μέλισσα, καί τῆς ὀρθοδοξίας, τά ἄνθη δρεψάμενος, ἕν μέλι ἐξ ἁπάντων, γλυκύ κατεσκεύασας, καί, παρέθου πᾶσι, τοῖς πιστοῖς θεοφόρε. Διό οἱ γευόμενοι, γλυκασμοῦ ἐν τῶ φάρυγγι, τῆς διανοίας βοῶμεν σοι. Πρέσβευε Χριστῶ τῶ Θεῶ, τῶν πταισμάτων ἄφεσιν,δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω τήν ἁγίαν μνήμην σου.
Δόξα τὁ αὐτό, καί νῦν Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε κόρη καθέδρα βασιλική κλίνη πορφυρόστρωτε, χρυσοπόρφῦρε θάλαμε, χλαμύς ἀλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καί πύλη χρυσήλατε, καί παστάς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα. Χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε. Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.
Ὠδή δ'. τήν ἀνεξιχνιαστον.
Ρώμην θείου Πνεύματος ἀναλαβών, Ρώμης παλαιᾶς ἐπεστόμισας, τούς ἀπογόνους, βλασφημοῦντας εἰς τό φῶς, τό τῆς μεταμορφώσεως, κατά Βαρλαάμ τόν παράφρονα.
῎Ακτιστον ἀῖδιον τοῦτο τό φῶς, δόξα φυσική τῆς Θεότητος, ὄντως ὑπάρχει κατά σέ Μάρκε σοφέ, οὐ κτίσμα ὑστερόχρονον, κατά τά Λατίνων ληρήματα.
῎Ιδον οἱ ἀπόοτολοι τό θεῖον φῶς, ὀφθαλμοῖς ὑλαίοις τό ἄϋλον, ἀλλ' ἐν δυνάμει καί ροπῆ ὑπερφυεῖ, ἐνισχυθεῖσι πνεύματος, κατά τούς σούς λόγους Θεόσοφος.
Θεοτοκίον.
Ρύπον ἀποκάθαρον ἐμῆς ψυχῆς, ὕλην τῶν παθῶν μου κατάφλεξον, ἄνθρακος θείου, ὡς πυράγρα μυστική, ἵνα νοΐ ἀΐλω σε, ἀνυμνολογῶ τήν πανύμνητον.
Ἄλλος. Σύ μου ἰσχύς.
῾Ιεραρχῶν, τό θεῖον ὄντως ἐντρύφημα, ᾽Εφεσίων, τό ἔξοχον αὔχημα, χριστιανῶν ᾽Ανατολικῶν, ὕψωμα γενναῖον καί Δυτικων τό κατάπτωμα, καύχημα ἀληθείας, ἐξουθένημα πλάνης, τῆς ᾽Εφέσου ὁ Μάρκος ὑμνείσθω μοι.
Καταγελᾶ, πόλις, δεινῶν ἐλεπόλεων, πύργον σχοῦσα, προβλήτην στερέμνιον, ἡ δέ Χριστοῦ ᾽Ανατολική ᾽Εκκλησία πύργον, προβαλλομένη σέ ἄρρηκτον, στρουθόν ὥσπερ ἐμπαίζει, ἐκκρούουσα ἐνέδρας, καί δεινά τῶν Λατίνων σοφίσματα.
῾Ο παμφαής, σήμερον ἔλαμψεν ἥλιος, ἐξ ἑώας, Μάρκος ὁ πανάριστος ιβαί τά δρυμοῦ, ψαλμικῶς εἰπεῖν, συνήχθη θηρία, τῆς Δύσεως οἱ ἀπόγονοι, καί μάνδρας εἰς ἰδίας, ἐκοιτάσθη αὐτίκα, ἀστραπήν τοῦ φωτός μή ἐνέγκαντα.
Θεοτοκίον
Νέος ᾽Αδάμ, ἀντί τοῦ πάλαι γεγένηται, ὁ υἱός σου, σύ δέ μῆτερ ἄχραντε, ἀντί τῆς Εὔας· ὁ δέ Σταυρός, ἀντί γνωστοῦ ξύλου ὁ Γαβριήλ, ἀντί ὄφεως, ἀντί ᾽Εδέμ ὁ πόλος, ἡ χαρά, ἀντί λύπης. ῎Ω καλῶν θημωνία ἀντίστροφος.
ὠδή ε'. ᾽Εξἐστη τά σύμπαντα.
῞Ως στρατοπεδάρχην σε, προβάλλει ἱερώτατε, πᾶσα ἡ ἑώα ῎Εκκλησία, Πνεύματος ὅπλοις κατεδαφίζοντα, πύργον μοναρχίας Παπικῆς, τοῦ εἰς ὕψος ἄδικα, καί λαλοῦντος καί πράττοντος.
῞Ορους ἐδικαίωσας, κρατεῖν Μάρκε θεόσοφε, Πατέρων ἐνθέων θεσπιζόντων, τῆ τάξει μόνη τόν Ρώμης λέγεσθαι, πρῶτον τῶν λοιπῶν Πατριαρχῶν, ἀλλ᾽ οὐχί μονώτατον, ᾽Εκκλησίας δεσπόζοντα.
Ρίζα διαστάσεως, ᾽Ανατολῆς καί Δύσεως, πάσης τε πηγή καινοτομίας, ἡ ἀρχή Πάπα ὄντως ἐγένετο, Συνόδοις ταῖς οἰκουμενικαῖς, καί Γραφαῖς μή εἴκουσα, ἀντιχρίστω φρονήματι.
Θεοτοκίον.
Θεός μέν τό βρέφος σου, ὑπάρχει παναμώμητε, σύ δέ πάλιν ἔμεινας παρθένος, μετά τόν τόκον ἁγνή Θεόνυμφε, Ποῖον ἄλλο μεῖζον ἐπί γῆς, τοῦ τοιούτου θαύματος, κόσμος ἅπας τεθέαται;
῎Αλλος. Ἵνα τί με ἀπώσω.
Μόνος μέσον Λατίνων, ὑπερασπιζόμενος ἐγένου πάνσοφε, τῆς πατρίου δόξης, καί ἀντί συμμαχούντων ἐκέχρησο, φεῦ, ὡς πολεμίοις, τοῖς ἡμετέροις ψευδαδέλφοις. ῎Ω ψυχῆς στερροτέρας ἀδάμαντος.
᾽Απαθείας εἰς ὕψος, πρώην δέ ἀσκήσεως, Μάρκε ἀνέδραμες, καί σαυτόν καθάρας, θεωρία καί πράξει μακάριε, τῆς Θεολογίας, ὕστερον σάλπιγξ ἀνεδείχθης, διηχοῦσα τοῦ κόσμου τά πέρατα.
Ρητορεύουσα γλῶσσα, ρυθμῶ καί μεθόδοις τῆς τέχνης βρενθύουσα, οὐκ ἰσχύει πάτερ, ἐγκωμίου σοι πλέξασθαι στέφανον, σύ γάρ μόνος ὥφθης, τῆς ἀκραιφνοῦς πατέρων δόξης, καί ταμίας καί φύλαξ καί πρόμαχος.
Θεοτοκίον
Κέντρον ὤφθης χαρίτων, σφαῖρά τε πολύαστρος θεοχαρίτωτε, τῶν ζωδίων κύκλος, δι᾽οὖ μέσον διέβη ὁ ἥλιος, τῆς δικαιοσύνης, καί τῆς φρικτῆς οἰκονομίας, τήν περίοδον πᾶσαν ἐπλήρωσε.
Ὠδή ς΄. Τήν θείαν ταύτην καί πάντιμον.
῾Ο καταπέλτης ὁ κράτιστος, τῆς ἀζυμοθυσίας ἐπέφανε, Μάρκος ὁ πάνσοφος, τό τῆς ᾽Εφέσου καλλώπισμα οἱ παῖδες τῶν Λατίνων πάντες κρυβήτωσαν.
Δεῖπνον Χριστός τόν θειότατον, ἐνζύμου διά ἄρτου τετέλεκε καί γάρ καιρός οὐκ ἥν, τῆς τῶν ἀζύμων ἐνάρξεως, κατά τάς ἀποδείξεις σου, Μάρκε πάνσοφε.
᾽Οθνεῖον δόγμα καί ἕκφυλον, τῶν ῎Εβιωνιτῶν καθιστόρηται, προσφέρειν ἄζυμα, ἀρχαῖον δέ νομοθέτημα ὑπάρχει προσφέρειν ἔνζυμα.
Θεοτοκίον.
Ξενίζει πάναγνε Δέσποινα, ᾽Αγγέλων καί ἀνθρώπων διάνοιαν, τό ξένον θαῦμά σου, σύ γάρ τόν κτίστην καί Κύριον, ᾽Αγγέλων καί ἀνθρώπων ξένως ἐγέννησας.
Ἄλλος. Ἱλάσθητί μοι Σωτήρ.
῾Ο στύλος μέν τοῦ πυρός, τόν ᾽Ισραήλ καθωδήγησε πρός Χαναναίαν ποτέ, σύ δέ καθωδήγησας, ταῖς Θεολογίαις σου, τόν λαόν Κυρίου, πρός τήν Πίστιν τήν ᾽Ορθόδοξον.
Νέος Δαυΐδ ἀληθῶς, ἐδείχθης Μάρκε ἀοίδιμε, ὡς δεύτερον Γολιάθ, τόν Ρώμης Εὐγένιον, κτείνας τῆ σφενδόνη σου, ὅτι Θεοῦ ζῶντος, παρατάξεις προσεξύβρισε.
᾽Αγάλλου ἡ τοῦ Χριστοῦ, νῦν ᾽Εκκλησία καί χόρευε, πλουτήσασα ἐκ Θεοῦ, Μάρκον τόν σοφώτατον, ἀήττητον πρόμαχον, τῆς ὀρθοδοξίας, δι' οὗ τρέπεις πολεμίους σου.
Θεοτοκίον.
Σέ γενεαί γενεῶν, Θεόνυμφε μακαρίζομεν, ὡς τετοκυΐαν Θεόν, τόν ὄντως μακάριον, καί τούς τά προστάγματα αὐτοῦ ἐκπληροῦντας, μακαρίους ἐργαζόμενον.
Κοντάκιον.
῾Η παρθένος σήμερον. Πανοπλίαν ἄμαχον, ἐνδεδυμένος θεόφρον, τήν ὀφρῦν κατέσπασας, τῆς Δυτικῆς ἀνταρσίας, ὄργανον τοῦ παρακλήτου γεγενημένος, πρόμαχος, ὀρθοδοξίας προβεβλημένος. Διά τοῦτό σοι βοῶμεν, χαίροις ὦ Μάρκε, ὀρθοδόξων καύχημα.
῾Ο οἶκος.
Τίς ἀμοιβή; τίς ἀνταπόδοσις ἀξία παρ᾽ ἡμῶν σοί προσενεχθήσεται, Μάρκε ἁγιώτατε, σύ γάρ δι' ἀσκήσεως προκαθαρθείς, Θεολογίας γέγονας ὄργανον, καί ῾Ιεράρχης χρηματίσας, ὑπέρ τῆς πατρώας δόξης, πρός Δυτικούς ἠγωνίσω μέχρις αἵματος· τῶν τῆ κακοδοξία παραπεσόντων, ἀνάστασις γέγονας τῶν παραπεσεῖ κινδυνευόντων ἀσφάλεια, τῶν διαστώτων ἕνωσις καί πάντων ἁπλῶς τῶν ᾽Ανατολικῶν, ὀρθοδοξίας ἀνεδείχθης Διδάσκαλος. Διά τοῦτο κατά χρέος, ἐκβοῶμέν σοι ἀπαύστως, χαίροις ὦ Μάρκε, ὀρθοδόξων καύχημα.

Τῶ αὐτῶ μηνί ιθ'. Μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν, Μάρκου ᾽Αρχιεπισκόπου ᾽Εφέσου τοῦ Εὐγενικοῦ, καί τῆς ὀρθοδοξίας προμάχου καί φύλακος.
στίχ. Κρατεῖ μέν Ἄτλας μυθικῶς ὤμοις πόλον,
Κρατεῖ δ᾽ ἀληθῶς, Μάρκος ὁρθοδοξίαν
Τό μεῖναι ἐντός ᾽Ορθοδοξίας ὅρων,
᾽Ανατολικοῖς κλῆρος ἐκ Μάρκου μόνου.
Εἰ μή Σαβαώθ σπέρμα ᾽Ορθοδοξίας
῎Εδωκε Μάρκον, οὐκ ἄν ηὐσεβήσαμεν
Τῆ δ' ἐνάτη δεκάτη νόες ἔνθεν Μάρκον ἄειρον.

Οὗτος ὁ πανάριστος, καί κατἄλήθειαν μέγας διδάσκαλος, καί ἀήττητος πρόμαχος τῆς ᾽Ανατολικῆς ἁγίας ᾽Εκκλησίας, γέννημα μέν καί θρέμμα ἐχρημάτισε τῆς Βασιλίδος τῶν πόλεων, δηλαδή τῆς ὄντως λαμπρᾶς καί μεγάλης Κωνσταντινουπόλεως. Γονεῖς δέ κατά σάρκα ἔσχε, κατά μέν τόν βίον, περιφανεῖς οὕτω καί λαμπρούς, ὥστε καί Εὐγενικούς τουπίκλην ἐπονομάζεσθαι, κατά δέ τήν πίστιν, εὐσεβεστάτους καί ὀρθοδοξοτάτους, τήν οἴκησιν ἔχοντας εἰς τόν Γαλάτην, τόν νῦν Γαλατᾶν καλούμενον. Παιδευθείς δέ τήν ἔξω τε καί ἔσω σοφίαν, ἄκρος καί κατά τά δύο ἐγνωρίζετο. ῎Ερωτι δέ τρωθείς τῆς μακαρίας ἡσυχίας τῶν βιοτικῶν πραγμάτων, καί τῆς περί ταῦτα μανίας τε καί τύρβης φρονίμως ἀποστάς, καί τοῖς τὁτε δοκίμοις τῶν Μοναχῶν προσελθών, τῆ τῆς ὑποταγῆς ἐπιπόνω τε καί σκληροτέρα διαίτη, μάλα προθύμως τόν εὐγενικόν ὑπέστρωσεν αὐχένα, διά Χριστόν, ὅν ἐπόθησε, καί ὅν μόνον κερδῆσαι ἀντί πάντων εἵλετο. Καλῶς δέ καί ἀξίως τῆς ὑποταγῆς τούς ἀσκητικούς διανύσας διαύλους, καί ὄργανον χρηματίσας ἐπιτήδειον τοῦ παναγίου Πνεύματος, ὑπέρ οὗ καί ἀγωνίζεσθαι ἔμελλε καί τό τῆς ἱερωσύνης δέχεται χρίσμα, πρότερον μέν, τό τοῦ πρεσβυτερίου. ῞Υστερον δέ καί τό τῆς μεγάλης ἀρχιερωσύνης ψήφω μέν κανονικῆ τῆς ἱερᾶς καί ἁγίας Συνόδου, ἀξιώσει δέ σφοδροτέρα, μᾶλλον δέ ἐπιταγῆ ἀπαραιτήτω τοῦ Βασιλέως, (᾽Ιωάννης δέν ἦν οὗτος, ὁ καί τῶν Παλαιολόγων καί τῶν Βασιλέων παρέσχατος) καί εἰς τήν ὑψηλήν ἀνάγεται καθέδραν τῆς τῶν ᾽Εφεσίων μητροπόλεως, γνήσιος τῶ ὄντι διάδοχος τοῦ πρώτου Θεολόγου, τοῦ ἐπιστηθίου καί ἠγαπημένου μαθητοῦ. ᾽Επειδή δέ ὁ ρηθείς Βασιλεύς, ἐξ ἀπονοίας μωρανθείς καί τάς πατρικάς αὐτοῦ νουθεσίας τοῦ Μανουήλ εἰς οὐδέν θέμενος, Θεόν μέν τόν ποιήσαντα καί βασιλεύσαντα αὐτόν ἐγκατέλιπε, βουλήν δέ ὀλεθρίαν ἔθετο, ἵνα μετά τῆς ᾽Ανατολικῆς Συνόδου, εἰς τήν ᾽Ιταλίαν, ὡς οὐκ ὤφελε, παρά τόν ἀντίθεον Πάπαν ἀπελθών, οἰκουμενικήν ποιήση μετά τῶν Λατίνων Σύνοδον, καί τάς ἐκ μακροῦ τοῦ χρόνου ἐσχισμένας ῎Εκκλησίας ἑνώση, ὡς ἄν δῆθεν μιᾶς ἤδη γενομένης τῆς ᾽Εκκλησίας διά τῆς ὁμοδοξίας προτρέψητε ὁ Πάπας τούς ὑπ' αὐτόν τελοῦντας Βασιλεῖς, βοήθειαν αὐτῶ δοῦναι στρατιωτικήν, ἵνα τούς βαρβάρους ἀπελάση, ὅσον οὕπω μέλλοντας πρός τοῖς ἄλλοις ἅπασιν, καί αὐτήν ὑποδουλώσειν τήν Βασιλίδα τῶν πόλεων, Ταῦτα δέ φαντασθείς καί μάτην ὀνειροπολήσας ὁ δείλαιος κελεύει μετά τῶν ἄλλων, καί τόν Μάρκον ἕπεσθαι. ῾0 δέ, ἀπελθεῖν μέν εἰς τήν ᾽Ιταλίαν, οὐδαμῶς ἤθελε Βασιλέως γεμήν κελεύοντος, εἷξε κατάγε τοῦτο, καί δή ἀπελθόντων, τί μέν ἐκεῖ ἔπραξε, καί ὅπως τά Λατίνων κατέπληξε γένη τῆ θεοσοφία τῶν ἑαυτοῦ λόγων, καί οἵαν καί ὅσην ἔνστασίν τε καί καρτερίαν ὁ μακάριος ἐπεδείξατο, στερρότατα ἀντιπίπτων, πρός τε τούς χριστομάχους Λατίνους, καί τούς ἐξ ἡμῶν ἀποστάντας, καί πρός τόν Λατινισμόν αὐτομολήσαντας, ὑπέρ τοῦ ἀκαινοτόμητον καί ἀπαράσάλευτον διαμεῖναι, τῆ τοῦ Χριστοῦ ῾Αγία ᾽Εκκλησία, τό θεῖον καί ἱερόν Σύμβολον τῆς τῶν χριστιανῶν ὀρθοδὄξου πίστεως, καί ὅπως πάντας κατετροπώσατο, εἷς αὐτός μόνες ὤν, δυνάμει τοῦ ἐν αὐτῶ λαλοῦντος ἁγίου Πνεύματος, καί ὅπως, τῶν πάντων, αὐτός μόνος ἀκλινής, ἀκατὰγώνιστος καί ἀήττητος διέμεινε (ὅ καί τῶ ὄντι ἐλπλἥξεως ἄξιον) μή ὑπογράψας εἰς τόν ψευδώνυμον ῞Ορον τῆς θεοστυγοῦς καί θεοκαταλύτου ἑνώσεως, ταῦτα πάντα διέξεισιν εἰς πλάτος ἡ τά κατ αὐτόν ἱερογραφήσασα ἱστορία, ὁ καλούμενος ᾽Αντίπαπας, πρός ὅν καί παραπέμπομεν τούς εὐσεβεῖς φιλαναγνώστας, ὅς καί τήν θριαμβευτικήν αὐτοῦ εἰς τήν Κωνσταντινούπολιν διηγεῖται ἐπάνοδον, καί ὅπως τά ἐν ᾽Ιταλία κακῶς γενόμενα συνοδικῶς ἀνέτρεψε καί κατέρραξε, καί πάλιν αὐτός μόνος τούς ἀπορραγέντας τῆς ὀρθοδόξου πίστεως, ἐπεσύναξέ τε καί τῆ ἁγία ᾽Εκκλησία ἐπισυνῆψε, καί πάντας ἐδίδαξε, καί ἐστήριξεν ἐν τῆ ἀρχαία καί πατροπαραδότω ὁμολογία, καί κατά πάντα μέγιθτος ἀνεφάνη ἡλίκον καί οἷον οὐδένα ἡ ἀρχαιότης ἡμῖν παραδίδωσι. Τοῦτον κατέπληξαν μέν οἱ ἐχθροί πάντες, κατέπτηξε δέ, οὐχ ἥκιστα πάντων, ὁ ἀγέρωχος Πάπας Εὐγένιος· καί μαρτυρεῖ ἡ τοῦ στόματος αὐτοῦ ἀοίδιμος ἐκείνη ἀπόφασις ἐρωτήσας γάρ τούς παρεστῶτας, εἰ ὁ ᾽Εφέσου ὑπέγραψεν, ἐπειδή ἤκουσεν, ὡς οὐχ ὑπέγραψε, σύν ἀφάτω τῆ λύπη, τήν μόνην ταύτην ἀψευδῆ φωνήν, ἐξεφώνησεν εἰπών «Λοιπόν ἐποιήσαμεν οὐδέν». Ταῦτ ἄρα καί ἡ ἁγία τοῦ Χριστοῦ ᾽Εκκλησία, ὡς εὐεργέτην, καί διδάσκαλον, καί μόνον ὑπέρμαχον, καί ἀήττητον ἀριστέα τῆς ᾽Αποστολικῆς ὁμολογίας γινώσκουσα καί ἕνα τῶν πάλαι Θεοφόρων ἐπισταμένη ποιμένων, ψήφω κανονικῆ ἐθέσπισε τοῖς ἁπανταχοῦ ὀρθοδόξοις ἡμῖν, ἵνα χρεωστικῶς ἐκτελῶμεν τήν ἱεράν αὐτοῦ μνήμην, εἰς δόξαν τοῦ ἁγίου Θεοῦ καί τῆς ἡμετέρας ἁγίας ᾽Ανατολικῆς ᾽Εκκλησίας κλέος καί καύχημα ὅ δή καί πρό τῆς ἁλώσεως λαμπρῶς ἐτελεῖτο ἐν τῶ εἰρημένω Γαλάτη, ὡς τό ἱερώτατον τῆς ᾽Εκκλησίας δηλοῖ θέσπισμα, ὅ καί ἐτάξαμεν μετά τήν παροῦσαν ᾽Ακολουθίαν, ἵνα πᾶν ἄδικον ἀποφράττηται στόμα, βουλόμενον ἄδικα λαλεῖν εἰς τό ὕψος τῆς αὐτοῦ δόξη ς καί ἁγιότητος. Οὗ ταῖς ἁγίαις πρεσβείαις πάση ς αἱρετικῆς κακοφροσύνης ρυσθείημεν καί ἡ μεῖς καί τῆ ς ἐπουρανίου Βασιλείας ἀξιωθείημεν. ᾽Αμήν.
Ὠδή ζ'. Οὐκ ἐλάτρευσαν τῆ κτίσει.
᾽Ιδού ἤστραψεν, ἡ μνήμη τοῦ τρισμάκαρος, Μάρκου ὡς ἥλιος, ᾽Ανατολῆς τούς πιστούς, φωτίζουσα ἅπαντας, τό δέ τῆς Δύσεως, πῦρ καθάρσιον, ἀποσβεννῦσα τέλεον, καί μή ὄν ἀποδεικνῦσα.
᾽Ακουέτωσαν, Λατίνων οἱ ἀπόγονοι, τοῦ θείου ρήτορος, τῆς στεντορείας φωνῆς, ὅτι ἡ μετάνοια πλήρης ὑπάρχουσα, οὐκ εἰς βάσανον, πυρός τούς ἐκδημήσαντας, εἰς τρυφήν δέ παραπέμπει.
Σιγησάτωσαν, Λατίνων τά παλίμφημα, στόματα σήμερον, ἀντιβροντᾶ γάρ αὐτοῖς, τόν τρίτον εἰσάγουσι τόπον κακόδοξα, ἡ πανεύσημος γλῶττα Μάρκου κηρύττουσα, ὀρθοδόξως δύο τόπους.
Θεοτοκίον.
Σωματώσασα, τόν λόγον τόν ἀσώματον, κόρη Θεόνυμφε τούς ἐνσωμάτους βροτούς ἀσωμάτους ἔδειξας, ᾽Αγγέλους ψάλλοντας, ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καί θεός εὐλογητός εἶ.
῎Αλλος. Οἱ ἐκ τῆς ᾽Ιουδαίας.
Μαργαρίτας τιμίους, πολυτάλαντον ὄλβον καί ἀναφαίρετον Χριστοῦ τῆς ᾽Εκκλησίας, τά θεολογικά σου καταλείπεις συγγράμματα δι᾽ ὧν πλουτίζεις ἡμῶν, τάς πενομένας φρένας.
῎Αλλον Κύριλλον, πάτερ, ἄλλον ᾽Αθανάσιον ἤ Θεολόγον τε, νέον σε Ἰωάννην οἱ Πολῖται ἐκάλουν, ὑποστρέψαντα βλέποντες, ὡς ἀριστέα λαμπρόν, καί μιμητήν εκείνων.
Σέ ἐμίσησαν μάκαρ, ὡς ἐν πύλαις ἐλέγχοντα, καθώς γέγραπται, Λατνοί τε συμφώνως, μετά Λατινοφρόνων, καί καλῶς μή πειθόμενον, ψευδεῖ ἑνώσει αὐτῶν, ὡς Θεοῦ χωριζούση.
Θεοτοκίον.
᾽Ιατῆρα τῶν νόσων, ἐλατῆρα τῶν πόνων, δοτῆρα πάντων καλῶν, φωστῆρα τῶν ἐν σκότει, σωτῆρα τῶν ἐν πλάνη, ἡ γεννήσασα Δέσποινα, νοσοῦντά με ψυχικῶς, ἰάτρευσον καί σῶσον.
ὠδή η'. Παῖδας εὐαγεῖς.
Τιμᾶ σου τήν μνήμην ῾Ιεράρχα, Χριστοῦ ᾽Εκκλησία ἡ ὀρθόδοξος, ὑπέρ ἧς κατέβαλες, πόνους μέχρις αἵματος, καί τήν αὐτῆς ἐκράτυνας δὁξαν Θεόσοφε, ῾Αγίων τήν ἀπόλαυσιν δείξας μή τελείαν εἷναι, πρό κρίσεως τρισμάκαρ.
῞Υδατος ζωῆς καί ἀφθαρσίας, εἰς κόρον οἱ δίκαιοι πλησθήσονται, καί τῆ ς νίκη ς τέλειον, λήψονται τὁν στέφανον, μετά τήν ἐξανάστασιν, οἱ δέ ἀδόκιμοι, κομίσονται ποινήν τήν τελείαν, κατά τούς σούς λόγους πάνσοφε ῾Ιεράρχα.
Λῆρος ἀποδείκνυται σοῖς λόγοις, Λατίνων ἡ δόξα ἡ πρεσβεύουσα, πρό τῆς ἀναστάσεως λαμβάνειν τό τέλειον, τῆς θείας ἀπολαύσεως, δικαίους ἅπαντας, τελείαν δέ, τήν δίκην ἀδίκους, πῶς γάρ ἔσται δίκη πρό κρίσεως δικαίας;
Θεοτοκίον.
῾Ο πᾶσιν ἀνέκφαντος τοῖς οὖσιν, ἐκ σοῦ ἐπεφάνη παναμώμητε, τοῖς βροτοῖς δι᾽ ἄφατον, ἔλεον ὡς ἄνθρωπος· ἐν τῆ ἐκφάνσει δ' ἔμεινε, καί μετά ἔκφανσιν, ὡς ἦν πρό τῆς ἐκφάνσεως πάλιν, οἷα Θεός πόλων, ἀνέκφαντος τοῖς πᾶσι.
῞Αλλος. ᾽Επταπλασίως κάμινον.
Στήλην σε ζῶσαν πίστεως, ὀρθοδόξου κηρύττομεν, ὅρον ἀκραιφνοῦς, Θεολογίας πάνσοφε, κανόνα εὐθύτατον, τῶν θείων παραδόσεων, στάθμην ἀκριβῆ, τῆς ἀληθοῦς εὐσεβείας, ἐκκλίνουσαν ἐπίσης, περιττόν καί ἐλλεῖπον, ὑς ἐκ τοῦ ἀντιθέτου, κακίας ὁμοτίμου.
Τῶν διεστώτων ἕνωσις, τῶν πεσόντων ἀνόρθωσις, καί τῶν κλονουμένων, στηριγμός γεγένησαι, ἁρμόσας τούς ἅπαντας, διά Συνόδου Μάρκε σοφέ, ἐν τῶ ἀσφαλεῖ, ὀρθοδοξίας κανόνι, βοῶντας εὐχαρίστως, ῾Ιερεῖς ἀνυμνεῖτε, λαός ὑπερυψοῦτε, Χριστόν εἰς τούς αἰῶνας.
᾽Εστενοχώρει ῞Αγιε, τήν πλατεῖαν καρδίαν σου, ἡ διηνεκής τῆς ᾽Εκκλησίας μέριμνα, ὑφ ἧς ἐκκαιόμενος, ὥσπερ ὁ μέγας Παῦλος ποτέ πόθω ἐκζητεῖς, τόν προστησόμενον ταύτης, μετά τήν κοίμησίν σου καί εὑρών ὡς ἐπόθεις, Γεννάδιον τόν πάνυ, ἡδέως ἐκοιμήθης.
Θεοτοκίον.
Φῶς ἡ τό πρῶτον τέξασα, τό ᾽Αγγέλους τά δεὑτερα, φῶτα ὑποστῆσαν, καί φῶς τό πρωτόγονον, δημιουργῆσαν, αὖθίς τε, φωστῆρας δύο παραγαγόν, ἐπί πᾶσι δέ, ψυχήν ὡς φῶς οὐσιῶσαν, καί φῶτα ὑποδεῖξαν, προστάγματα οἰκεῖα, φώτισον τοῦ, νοός μου, τόν ζόφον Θεοτόκε.
Ὠδή θ'. ῞Απας γηγενής.
Νίκην κατ᾽ ἐχθρῶν, Λατίνων ἀνέστησας, κἄν τούτω ῞Αγιε, καί τά τούτων πρόσωπα, αἰσχύνης πάσης ὄντως ἐπλήρωσας, δείξας ἐνθέοις λόγοις σου, ὡς οὐ τά ρήματα, τοῦ Κυρίου, τά, φάγετε πίετε, μεταβάλλουσι δῶρα τά τίμια.
῾Ιερατικαῖς, εὐχαῖς ἁγιάζεται καί ἐπικλήσεσι, δῶρα τά προκείμᾂνα, καθώς σύ Μάρκε λαμπρῶς ἀπέδειξας, ταῖς μυστικαῖς ἑπόμενος, ἱερουργίαις καλῶς, Βασιλείου καί τοῦ Χρυσορρήμονος, ὦν τόν βίον καί λόγον ἐζήλωσας.
Δέχου τήν ἡμῶν, ὠδήν ὡς χρυσόπλοκον προσφερομένην σοι, στέφανον ἀήττητε, παγκρατιάρχα Χριστοῦ νικήσαντι, οὐχί τό ἔξω πένταθλον, τό δέ ὀκτάεθλον, τῆς Λατίνων δυσσεβοῦς αἱρέσεως, μονομάχε στερρέ μυριόνικε.
Θεοτοκίον.
῞Υψος οὐρανοῦ, καί γῆς βάθος ἄπειρον τίς ἑρμηνεύσειε; κόρη ἀειπάρθενε; οὕτω, καί ὕψος τοῦ μυστηρίου σου, πῶς νοῦς σμικρός δυνήσεται καί περιπέζιος, ἑρμηνεῦσαι, βάθος τε τό ἄπειρον, τῆς ἀσπόρου λοχείας σου πάναγνε;
῎Αλλος. ᾽Εξἐστη ἐπί τούτω ό οὐρανός.
῞Ως ὄντως θαυμαστή σου παμβασιλεῦ, καί μεγίστη ἥν ἔδειξας πρόνοιαν, περί τόν σὁν, Μάρκον προαιρέσεως φονικῆς Λατίνων λυτρωσάμενος, καί τῆ ᾽Εκκλησία σου ἀποδούς, ἀπήμαντον καί σῶον, ὀρθοτομοῦντα ταύτης, θείων δογμάτων τήν ἀκρίβειαν.
᾽Ενώπιον Τριάδος τῆς ἀρχικῆς, ὑπέρ ἧς ἠγωνίσω Θεόσοφε, παρεστηκώς, δόξης ἀπολαύεις θεοειδοῦς, θέσει Θεός γενόμενος, καί φωτός πληρούμενος τριλαμποῦς, λυθέντων τῶν ἐσόπτρων, σκιῶν τε παρηγμένων, τῆς ἀληθείας ταῖς ἐμφάσεσι.
Νικῶσαν τάς αἱρέσεις νεανικῶς, Δυτικῶν ἀεννάως ἀπόφαινε, Μάρκε σοφέ, πᾶσαν ᾽Εκκλησίαν ᾽Ανατολῆς, ἥτις εὐχαριστοῦσά σοι, ψήφω διορίζει Συνοδικῆ, τιμᾶσθαι ἐτησίως, τήν μνήμην σου Θεόφρον, ὀρθοδοξίας ὡς προῖστορος.
Θεοτοκίον.
῾Υμνῶ σε τήν πανύμνητον ἀληθῶς, μεγαλύνω σε τήν πολυὒμνητον, ἥν ἀνυμνεῖ, ὕμνοις ἀσιγήτοις πᾶσα πνοή, τεκοῦσαν ὑπερύμνητον, λόγον ὅν ὑμνοῦσιν ἐν οὐρανοῖς, χίλιαι χιλιάδες, μύριαι μυριάδες, ἐν φλογεροῖς ἀῦλοις στόμασι.
᾽Εξαποστειλάριον.
Τοῖς μαθηταῖς συνέλθωμεν.
῾Ο αἰσθητός μέν ἥλιος, τῆς ἕω ἐξανίσχων, φωτίζει κόσμον ἅπαντα, φθάσας δέ Δύσιν ὅμως, ἰδίας κρύπτει ἀκτῖνας σύ δέ θεῖε Μάρκε, καί ἐν τῆ ἕω ἔλαμψας, καί τήν Δύσιν δέ φθάσας, λόγοις σοφοῖς, ἐν αὐτῆ ἐξέλαμψας πολλῶ μᾶλλον, ὅθεν ὤφθης λαμπρότερος, τοῦ ἡλίου Θεόφρον.
῞Ετερον. Γυναῖαες ἀκουτίσθητε.
Τόν τῆς ῎Εφέσου πρόεδρον, καί οἰκουμένης μέγιστοΦ, διδάσκαλον καί σωτῆρα, ἀνευφημήσωμεν Μἁραον, στὑλος γάρ ἀπερίτρεπτος, ὀρθοδοξίας γέγονε, καί καταπέλτης κράτιστος, καί κεραυνός καταφλέγων κακοδοξίας Λατίνων.
Θεοτοκίον.
Μαρία ὁ χρυσόπαστος, τῆς Θεότητος θάλαμος, εὐγένεια ἡ τοῦ Γένους, ἡ κοσμήσασα κόσμου, τήν ἀκοσμίαν κόσμησον, τῆς ψυχῆς μου τό ἄκοσμον, τῆς ἐκ πόθου καί πίστεως, κοσμούσης σε ἐν εὐκόσμοις, ὑμνολογίαις παρθένε.
Εἰς τούς αἴνους.
Ἦχος α΄ . Τῶν Οὐρανίων ταγμάτων.
Τῆς ὑπερθέου Τριάδος, νῦν ἐλλαμπόμενος, ταῖς φωτουργοῖς ἀκτῖσιν, ὅλος φῶς χρηματίζεις, ὅλος ἐξαστράπτων, ὅλος Θεός, κατά χάριν μακάριε, φῶς καθορῶν τόν Πατέρα, φῶς τόν Υἱόν, φῶς τό Πνεῦμα τό Πανάγιον.
Μάρκε τοῦ λέοντος Μάρκου, πλουτήσας ὄνομα, καί θρόνον, αὐτοῦ τόπον, Θεοφόρε ἐπέχων, ἴσον καί τό Πνεῦμα καί τήν ἰσχύν, ἀκολούθως ἐπλούτησας. ῞Οθεν ὡς λέων βρυχήσας τούς δυσμενεῖς Παπολάτρας διεσκόρπισας.
Τοῦ ἑωσφόρου τῆς Ρώμης, φυσιωθέντος δεινῶς, καί θρόνον αὐτοῦ θέντος, ὑπεράνω τῶν ἄστρων, σύ μόνος ζηλώσας ὡς Μιχαήλ, ἀνεβόησας ἔνδοξε στῶμεν καλῶς, στῶμεν πάντες, ἐν ταῖς σεπταῖς, τῶν Πατέρων παραδόσεσι.
Τοῖς Θεολόγοις συνήφθης Μάρκε ἀοίδιμε ὡς Θεοῦ Θεολόγος, τοῖς ὁσίοις δέ πάλιν, ὡς ὅσίος παμμάκαρ, τοῖς ἀθληταῖς, ἀθλητής ὡς ἀναίμακτος, καί τόν Θεόν ἱκετεύεις ὑπέρ ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων σε.
Δόξα ἦχ. πλ. α'.
Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων, χορεύσωμεν τῶ Πνεύματι, καί κροτήσωμεν εὐφραινόμενοι, ἐν τῆ πανδήμω πανηγύρει, τοῦ Θεοσόφου Πατρός, Βασιλεῖς καί ῎Αρχοντες συντρεχέτωσαν καί τόν δι' ἀγώνων τῶν λογικῶν γενναίως, τούς γόνους τῆς Δύσεως, ἀντιλέγοντας δυσσεβῶς, ἐν σοφία νικήσαντα εὐφημείτωσαν ποιμένες καί διδάσκαλοι, τόν τῆς ὀρθοδοξίας ἀήττητον προστάτην, συνδραμόντες μακαρίσωμεν οἱ ὅσιοι, τόν ἀσκητήν οἱ ῾Ιερεῖς, τόν ποιμένα, οἱ ἐν συμφοραῖς, τόν σωτῆρα οἱ Φιλόσοφοι, τόν Σοφόν οἱ ἁμαρτάνοντες, τήν θερμήν πρεσβείαν῾ οἱ ἀσθενοῦντες, τὁν ἰατῆρα οἱ Θεολόγοι, τόν Θεολόγον ἅπαντες οἱ ᾽Ορθόδοξοι, τόν κοινόν εὐεργέτην, κατά χρέος ἐγκωμιάζοντες ἀνακράξωμεν Μάρκε ἁγιώτατε μεσίτευσον ὑπέρ ἡμῶν, πρός τόν Θεόν καί Δεσπότην, καί ρῦσαι κολάσεως ταῖς ἱκεσίαις σου.
Καί νῦν, Μακαρίζομέν σε.
Δοξολογία μεγάλη
Τυπικά
Μακαρισμοί ἐκ τῆς γ' καί στ΄ ὠδῆς.

(ς')
῾Ηρωελεγεῖον

Ν. Λογάδου.
Μάρκος, πρόσθεν ἐπαρκέσσας τῆ Πίστει ὀρθῆ,
ἀρκέσσει καί νῦν, βαλλομένη ἑτέροις
Πολλοί Μάρκοι ἐσοῦνται, ὅπλοις τε καί ἰδμοσύνησι
κείνου, καί χάριτι χρησάμενοι θεόθεν.
Χαῖρε Πάτερ, χαῖρ' ὦ γλυκύθυμον ἄεισμα, νέον τε,
καί σάου εὐσεβέας, καί βλαβέων Λογάδην.

Γρηγορίου Στουδίτου.
Ταρβαλέον Χείμαρρον, εὐσσεβίης τε ὄλεθρον,
ὤλεσες ἐν Συνόδω, Μάρκος ὁ τῆς ᾽Εφέσου.
Κάβαλλεν ἐχθίστους, ἰδέ Παππικόν ὄχλον ἐνίκα,
ἔντεσι σύν κλειτοῖς, Πνεύματος Οὐρανίου.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου