Δημοφιλείς αναρτήσεις

Τρίτη, 14 Ιουνίου 2016

ΟΜΟΛΟΓΙΑ ΑΓΙΟΥ ΦΩΤΙΟΥ



ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
ΑΓΙΟΥ ΦΩΤΙΟΥ  ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΛΕΩΣ

"᾿Επεί δέ πασῶν ἀρίστη κοινωνία ἡ κοινωνία τῆς πίστεως καί τῆς ἀληθοῦς ἀγάπης τοῦτο δή τό αἰτιώτατον, ὡς ἄν τόν πρός τήν ὑμετέραν ὁσιότητα καθαρόν τε καί ἀδιάσπαστον δεσμόν ἐργασώμεθα, χρῆναι καί τά τῆς ἡμῶν καί ὑμῶν πίστεως ὡς ἐν βραχέσι στηλογραφῆσαι διεγνώκαμεν, ἐντεῦθεν τάς τε ὑμετέρας εὐχάς θερμότερον ἐπισπώμενοι καί τήν ἡμετέραν πρός ὑμᾶς διάθεσιν ἀναπτύσσοντες.
- Πιστεύω τοιγαροῦν εἰς ἕνα Θεόν, τέλειον, τελειοποιόν Πατέρα, υἱόν καί πνεῦμα ἅγιον οὐ κατατέμνων τῇ τῶν ὑποστάσεων ἑτερότητι καί τήν φύσιν (ἐκτεμνέσθω γάρ ἡ τοῦ ᾿Αρείου κατατομή), ἀλλά τῇ ταυτότητι τῆς φύσεως τήν τῶν ὑποστάσεων διαφοράν δοξάζων (συναναιρείσθω γάρ παραπλησίως καί ἡ τοῦ Σαβελλίου συναίρεσις), τριάδα παναγίαν, παντουργόν, παντοδύναμον, συνάναρχον μέν αὐτήν ἑαυτῇ, ὡς χρονικῆς ἁπάσης ἀρχῆς ὑπεράναρχον, ἀρχῆς δέ καί αἰτίου λόγον ἐν αὐτῇ τοῦ πατρός ἀναπληροῦντος·  οὕτω γάρ καί τῆς χρονικῆς ἐννοίας ὁμοτίμως ἡ τριάς ὑπεριδρυθήσεται καί τῆς αὐτῆς οὐσίας τῷ πατρί, ἐξ  οὗπερ ὁ μέν ἀρρεύστως καί ἀρρήτως γεγένηται, τό δέ ἐκπεπόρευται, θεολογικῶς ὑμνολογηθήσεται· τριάδα παναγίαν, ὑπερούσιον οὐσίαν, τό μέν, ὅτι πάσης οὐσίας θεοπρεπῶς ὑπεραναβέβηκε, τό δέ, ὅτι πᾶσι τοῖς οὖσιν αὐτόθεν ἡ μετοχή τοῦ εἶναι·· ὑπεράγαθον ἀγαθότητα, τό μέν ὅτι πηγή ἀγαθότητος, τό δέ, ὅτι τοῖς ἀγαθοῖς ἐκεῖθεν τό ἀγαθύνεσθαι. Τοῦτο ἡμῖν, ὡς ἐν βραχέσιν, ἡ τῆς καθ᾿ ἡμᾶς θεολογίας ἀδιάβλητος μυσταγωγία.
- Τόν δέ υἱόν καί λόγον τοῦ Θεοῦ καί Πατρός ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἐκ τῆς ἀειπαρθένου καί ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου προελθεῖν μετά σαρκός ἐμψυχωμένης ψυχῇ νοερᾷ τε καί λογικῇ, τουτέστιν τέλειον ἄνθρωπον ἀνειληφέναι καί ἀληθείᾳ, ἀλλά μή κατά φαντασίαν, οὐ προσωπικῶς, οὐδέ τινα τῶν καθ᾿ ἕκαστα ἰδικῷ καί ἀφωρισμένῳ χαρακτῆρι περιοριζόμενον, ἀλλ᾿ ὅλον τόν ἄνθρωπον, ὅν καί ἐν τῇ αὑτοῦ ἀτομώσαντά τε ὑποστάσει καί ὑποστήσαντα σῶσαι τό ἀνθρώπινον γένος, σεσωσμένας  τε ἐπί τοῦ αὐτοῦ καί ἑνόςΧριστοῦ τάς φύσεις θεότητος καί ἀνθρωπότητος, ἡνωμένας μέν τῇ καθ᾿ ὑπόστασιν ἑνώσει, ἀλλ᾿ οὐ πεφυρμένας τῇ κατ᾿ οὐσίαν ἀλλοιώσει·  μίαν μέν ὑπόστασιν Χριστοῦ, δύο δέ φύσεις καί ἑκατέρᾳ αὐτῶν τό ἴδιον ἀπονέμω θέλημα·  δύο γάρ θελήματα ἐπί Χριστοῦ ἀμείωτα, ὅτι καί δύο ἐνέργειαι·  τόν αὐτόν παθητόν καί ἀπαθῆ, φθαρτόν καί ἄφθαρτον, τά μέν οἰκειούμενος τῇ θεότητι, τά δέ προσάπτων τῇ ἀνθρωπότητι· σταυρωθέντα τε ἑκουσίως ὑπέρ ἡμῶν καί πρόξενον ἡμῖν τῆς τοῦ θανάτου καταλύσεως τόν τίμιον σταυρόν καί προσκυνητόν παρασχόμενον·  ταφέντα τε τόν αὐτόν καί νεκροῖς συναριθμηθέντα καί τριήμερον κατά τήν αὑτοῦ θεόφθεγκτον φωνήν ἐκ τῶν νεκρῶν ἀναστάντα καί τοῖς μαθηταῖς ὀφθέντα καί τῷ συμφαγεῖν αὐτοῖς καί συμπιεῖν πᾶσαν ἀμφιβολίαν καί φαντασίας ὑπόληψιν τέλεον αὐτόν ἀπεσκευακότα· εἶτα καί ἀναληφθέντα μετά τοῦ προσλήμματος, ἤγουν μετά τῆς ἐμψυχωμένης ψυχῇ νοερᾷ τε καί λογικῇ οἰκείας αὐτοῦ σαρκός· καί πάλιν ὡσαύτως ἐρχόμενον εἰς τό κρῖναι ζῶντας καί νεκρούς. Οὕτω γάρ φησί τό ἱερόν λόγιον: "᾿Ελεύσεται ὅν τρόπον ἐθεάσασθε αὐτόν πορευόμενον εἰς τόν οὐρανόν"
- Οὕτω φρονῶν καί διομολογῶν ἀπαρατρέπτως τήν ἐν τῇ Καθολικῇ καί ᾿Αποστολικῇ ᾿Εκκλησίᾳ ἐφιδρυμένην τε καί κηρυσσομένην πίστιν τάς ἁγίας καί οἰκουμενικάς ἑπτά συνόδους ἀποδέχομαι: Τήν μέν πρώτην, ἅτε δή ῎Αρειον καί τούς ὁμοφρονοῦντας αὐτῷ ἅμᾳ τῇ βδελυκτῇ αὐτῶν κτισματολατρείᾳ διαρρήξασάν τε καί καθελοῦσαν·  τήν δέ δευτέραν, ὡς τόν φρενοβλαβῆ Μακεδόνιον τῆς ἐκκλησιαστικῆς χοροστασίας ἐξοστρακίσασάν τε καί ἐκτεμοῦσαν ᾿Αρείῳ παραπλησίαν τήν μανίαν ἐκμεμηνότα· ἐν κτίσμασι γάρ καί οὗτος τό πανάγιον καί παντουργόν τιθείς πνεῦμα κτισματολατρεῖν οὐκ ἠσχύνετο· ἀλλά γε δή καί τήν τρίτην καθαιρέτιν οὖσαν τοῦ δυσσεβοῦς Νεστορίου καί τῆς αὐτῷ καινοποιηθείσης θεοστυγοῦς δεισιδαιμονίας· οὗτος γάρ τόν ἀδιαιρέτως καί καθ᾿ ὑπόστασιν ἑνωθέντα τῷ θεῷ λόγῳ ὁλικόν ἄνθρωπον τολμηρῶς καί ἀφρόνως τῆς θεϊκῆς τοῦ λόγου διασπῶν ὑποστάσεως ἰδιοϋπόστατον αὐτόν ἐστρατολόγει τε καί ἐφαντάζετο·  δι᾿ ὅ καί ψιλόν ἄνθρωπον τόν σαρκί ἐπιφανέντα Υἱόν καί Λόγον τοῦ Θεοῦ ὀνειρώξας ἀκολούθως ὁ τρισάθλιος καλεῖν τήν Παναγίαν Θεοτόκον κυρίως ἀπηρνήσατο· τήν δέ τετάρτην, ὡς τόν δυστυχῆ Εὐτυχῆ καί Διόσκορον τόν ἀλάστορα καταρράξασαν καί ἀναθεματίσασαν μετά τῆς φαντασιώδους αὐτῶν φρενοβλαβείας καί πάσης αὐτῶν τῆς συμμορίας·  τήν γάρ τοῦ Κυρίου σάρκα μή εἶναι ἡμῖν ὁμοούσιον  ἐληρώδουν, ἀλλ᾿ ἐκ δύο μέν φύσεων τήν ἕνωσιν γενέσθαι, εἰς μίαν δέ μετά τήν ἕνωσιν συναναλωθῆναι μηδετέρας ἀποσώζουσαν τά ἰδιώματα μήτε τῆς θεϊκῆς μήτε μήν τῆς ἀνθρωπίνης· καί τήν πέμπτην δέ, ὡς ἐκτεμοῦσαν τε καί ἀποτεφρώσασαν τέλεον τά ἐπ᾿ ὀλέθρῳ τῶν γεγεννηκότων ἀναριπιζόμενα μιαρά δόγματά τε καί κυήματα τοῦ δυσσεβοῦς Νεστορίου τοῦ τῆς βασιλίδος ἀθέως ἱεραρχήσαντος καί Θεοδώρου τοῦ Μοψουεστίας ἀθεώτερον ἐπισκοπήσαντος, αὐτούς τε καί πάντας τούς τήν αὐτήν αὐτοῖς ματαιοφροσύνην ἐκνοσήσαντας· οὐ μήν, ἀλλά γε δή καί ὡς διασπάσασάν τε καί ἐκθερίσασαν ᾿Ωριγένην, Δίδυμον, Εὐάγριον ἑλληνόφρονι λογισμῷ καί ἀσυνέτῳ γνώμη εἰς ἔσχατον βυθόν ἀθεότητος ἐμπεπτωκότας· βαθμούς γάρ καί ὑποβάσεις θεότητος ἀναπλάσαντες καί ψυχῶν προϋπάρξεις καί τῆς πρός τό θεῖον αὐτῶν νεύσεως ἀπορροίας τε καί ἀποπτώσεις ἐν ἑαυτοῖς ὑποστήσαντες, εἰς διάφορά τε καί πολυειδῆ σώματα μεταγγίζοντες ταύτας καί μεταβάλλοντες καί τέλος κολάσεων καί δαιμόνων ἀποκατάστασιν, τό δή λεγόμενον, ἀπό κοιλίας ἐρευγόμενοι ἀθυροστόμως ἐμυθολόγησαν καί ἐρραψώδησαν· ἀλλά καί τήν ἕκτην ὡς ἀπορρίψασάν τε καί κατασπάσασαν τούς ἀμφί ᾿Ονώριον καί Σέργιον καί Μακάριον τούς τερατολόγουςκαί παράφρονας, ἅμα δ᾿ αὐτοῖς καί τούς τήν αὐτῶν δυσσέβειαν ἀκρατῶς ἐναπομαξαμένους μετά τῆς ἐκφύλου καί ἀλλοκότου αὐτῶν πλασματολογίας· ἕν γάρ θέλημα καί μίαν ἐνέργειαν τῷ ἐκ δύο ἀπαρατρέπτων φύσεων πεφυκότι Χριστῷ τῷ Θεῷ ἡμῶν κακῶς οἱ δείλαιοι ἐπεγράφοντο· ἔτι δέ καί τήν ἐν Νικαίᾳ τό δεύτερον ἱεράν καί μεγάλην Σύνοδον τούς εἰκονομάχους καί διά τοῦτο χριστομάχους καί ἁγιοκατηγόρους ἀποσκυβαλίσασάν τε καί καταβαλοῦσαν, σύν αὐτοῖς δέ καί τήν βδελυκτήν καί μανιχαϊκήν αὐτῶν αἵρεσιν· τό γάρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ὁμοούσιον ἡμῖν ἅγιον σῶμα γράφειν εἰκονικῶς ἐμυσάττοντο, τό ἄγραπτον καί ἀπερίγραπτον αὐτοῦ καταβακχεύοντες καί διά τοῦτο μή εἶναι ἡμῖν ὁμοούσιον μανικῶς συμπεραίνοντες. Ταύτας οὖν τάς ἁγίας καί Οἰκουμενικάς ἑπτά Συνόδους ἀποδέχομαι ἀναθεματίζων μέν οὕς ἀνεθεμάτισαν, κατασπαζόμενος δέ καί μεγαλύνων οὕς ἐπευφήμησαν.
- Αὕτη μου ἡ τῆς πίστεως καί τῶν εἰς ταύτην ἀνηκόντων καί περί αὐτήν ὑφισταμένων ΟΜΟΛΟΓΙΑ καί ἐν ταύτῃ ἡ ἐλπίς, οὐκ ἐμοί δέ μόνον, ἀλλά καί πᾶσιν ὅσοις εὐσεβεῖν μεμελέτηται καί τῆς καθαρᾶς καί ἀκιβδήλου δόξης τῶν χριστιανῶν θεῖος ἔρως προσπέφυκεν ἔχεσθαι. Ταύτην οὖν ἡμῶν ΤΗΝ ΕΓΓΡΑΦΟΝ ΤΗΣ ΠΙΣΤΕΩΣ ΟΜΟΛΟΓΙΑΝ ὑποστήσαντες καί τῇ ὑμῶν πανιέρῳ ῾Ιερότητι τά καθ᾿ ἡμᾶς ὡς ἐν πίνακι διαχαράττοντες τοῖς λόγοις ἀνιστορήσαντες, ἅπερ δή πολλάκις ἠτησάμεθα, τῶν ὑμετέρων ἐπιδεόμεθα προσευχῶν, Θεόν μέν ἵλεων καί εὐμενῆ ἐφ᾿ οἷς πράττομεν καί διεπραξάμεθα, ἡμᾶς ἐφευρεῖν, πᾶσαν δέ σκανδάλων ρίζαν καί πέτραν προσκόμματος ἐκποδών γεγενημένα τῆς ἐκκλησιαστικῆς εὐταξίας καθορᾶν..." .
Παραθέτομεν καί τήν σύμφωνον μέ αὐτήν τήν ῾Ομολογίαν διδασκαλίαν τοῦ ἁγίου Φωτίου ἔχουσαν οὕτω: "...Τί δ᾿ οὖν ὁ πλάστης καί κηδεμών; ἄρα παρεῖδεν εἰς τέλος τό πλάσμα ταλαιπωρούμενον...; Οὐ μέ οὖν. Πῶς γάρ ὅπερ φιλοτιμούμενος ἔπλασεν, ἠνέσχετ᾿ ἄν ἠδέως ὁρᾶν συλαγωγούμενον καί πλανώμενον; Διό πρός ἑαυτήν μέν ἡ τῆς Τριάδος ἑνότης, εἰ θέμις εἰπεῖν, ΕΚΚΛΗΣΙΑΣΑΣΑ, θέμις δέ τοῦτο λέγειν ἐπί τῆς ἀναπλάσεως, ὅτι τό "ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καί καθ᾿ ὁμοίωσιν" ἐπί τῆς πλάσεως εἴρηται·  τῷ ἐνιαίῳ τῆς γνώμης βουλήματι, τήν ἀνάπλασιν τοῦ συντριβέντος διετίθετο πλάσματος".


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου